Ἐγκώμια Ἁγίων 10 ΜΑΡΤΥΡΩΝ ΜΕΓΑΡΩΝ.
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης
ΣΤΑΣΙΣ Α´, ἧς ἡ ἀκροστιχίς κατ’ Ἀλφάβητον. Ἰσιδώρας.
Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Τὴν ζωὴν ἐν ἄθλοις, οἱ στεῤῥοὶ Ἀθληταί, ἐκληρώσαντο ζωῆς τε μηνύουσι, τῆς
ἄφθαρτου τὴν ἀκένωτον πηγήν.
Ἀνυμνῆσαι θέλων, τῶν σεπτῶν Ἀθλητῶν, τὴν δεκάδα τῇ Τριάδι προσέπεσον,
ἐξαιτοῦσα θείαν Χάριν καὶ ἰσχύν.
Βασιλεῖ τῶν ὅλων, στρατευθέντες καλῶς, Βασιλείας Οὐρανοῦ ἱμάτιον, ἐνεδύσατο
Μαρτύρων ἡ δεκάς.
Γαληνὸν εἰς ὅρμον, οἱ Χριστοῦ Ἀθληταί, ἐπεφθάσαντες γαλήνην βραβεύουσι, τοῖς
τιμῶσι τὰ παλαίσματα αὐτῶν.
Δεσμευθέντες πόθῳ, τοῦ κρατοῦντος τὸ πᾶν, καὶ συνδούμενοι ἀλλήλοις οἱ
Μάρτυρες, τοῦ ἀλάστορος διέλυσαν δεσμά.
Ἐφετῶν ἀκρότης, Σὺ ὑπάρχεις Χριστέ, διὸ στέργομεν τὸ θεῖόν Σου Ὄνομα,
ἐμελώδει ὁ δεκάφθογγος αὐλός.
Ζῶσιν εἰς αἰῶνας, τῶν Μαρτύρων ψυχαί, καὶ ζωῆς τὸν θησαυρὸν καταγγέλουσι,
τοῖς διψῶσι τὴν ἀθάνατον ζωήν.
Ἡ τοῦ Παρακλήτου, θεία Χάρις Ὑμῖν, ἐνοικήσασα καλλίνικοι Μάρτυρες,
λαμπρότερους ἀπειργάσατο χρυσοῦ.
Θολεροὺς χειμάρῤῥους, ἀθεΐας τὸ πρίν, ὡς ξηράναντες προχέετε Μάρτυρες, τῶν
Χαρίτων διαυγέστατον κρουνόν.
Ἱερεῖα ὄντες, Ἀρχιθύτου Χριστοῦ, ὡς ἀρνία ἐπεσφάγητε Μάρτυρες, καὶ θυσία
προσηνέχθητε Αὐτῷ.
Καρτερῶς βασάνους, ὑποστάντες πικράς, οἱ πανένδοξοι ἐκραύγαζον Μάρτυρες, οὐ
πτοούμεθα ἀνόμων ἀπειλάς.
Λογισμῷ ἀνδρείῳ, Μαρτυρίου ὁδόν, περαιώσαντες τὸ στέφος ἐδέξαντο, ἐξ
ἀχράντου δεξιὰς οἱ Ἀθληταί.
Μεγαρέων πόλις, ἡ περίδοξος νῦν, ἐπαγάλλεται ὡς θεῖον θησαύρισμα, τὰ Ὑμῶν
καταπλουτήσασα ὀστᾶ.
Νόες ἀσωμάτων, τοὺς ἀγῶνας Ὑμῶν, τοὺς ἐν σώματι ὁρῶντες ἐθαύμαζον, καὶ τὰ
γέρα ἐπεκόμιζον Ὑμῖν.
Ξίφεσι τυράννων, τὰς αὐτῶν κεφαλάς, ἐπιθέντες ἀνεβόων οἱ Μάρτυρες, εἰς
αἰῶνάς Σοι λατρεύομεν Χριστέ.
Ὅλῃ διανοίᾳ, τὸν τῶν ὅλων Θεόν, οἱ πανθαύμαστοι ποθήσαντες Μάρτυρες,
ἠκολούθησαν Αὐτῷ διὰ παντός.
Πτερνιστοῦ ἐνέδρας, τοῦ τὴν Εὔαν τὸ πρίν, ἀπατήσαντος οἱ τίμιοι Μάρτυρες, ὡς
ἀράχνης ἐλογίσαντο ἱστούς.
Ῥείθροις τῶν αἱμάτων, τῶν Μεγάρων τὴν γῆν, ξηρανθεῖσαν κατηρδεύσατε
Μάρτυρες, ἐκβλαστήσαντες πολύχουν τὸν καρπόν.
Σέβομεν Τριάδος, Μονοσέπτου ἀρχήν, τὴν τὸ πᾶν ἐκ τοῦ μὴ ὄντος ποιήσασαν,
ἐπεφώνει ὁ δεκάστεπτος χορός.
Τάφοις Ὑμῶν θείοις, προσελθόντες πιστῶς, Ἀναστάσεως χαρὰν ἀρυόμεθα,
εὐλογοῦντες τὸν θανάτου Λυτρωτήν.
Ὑψιπέται ὄντες, ἀετοὶ Οὐρανοῦ, τῷ Δεσπόζοντι πρεσβείαν προσάξατε, ὑψωθῆναι
ἡμᾶς πάντας ἐκ παθῶν.
Φωτοδότου ὄντες, σελασφόροι αὐγαί, τῆς ἀγνοίας τὸ βαθὺ σκότος λύετε,
ἀληθείας καταυγάζοντες τὸ φῶς.
Χάριν πανευώδη, ἐκ λειψάνων σεπτῶν, ἐντρυφῶντες τῷ Δοτῆρι τῆς Χάριτος,
ἀπονέμομεν τὴν δόξαν καὶ τιμήν.
Ψάλλειν ἐκ καρδίας, εὐγνωμόνου Θεῷ, τῷ Ὑμᾶς φρουροὺς ἀμάχους δωρήσαντι, ταῖς
Ὑμῶν καταξιώσατε εὐχαῖς.
Ὢ δεκὰς ἁγία, τῶν σεπτῶν Ἀθλητῶν, τοῦ φυλάττειν καὶ ἡμᾶς ἰκανώσατε, τὴν
δεκάδα τῶν πανσέπτων ἐντολῶν.
Ἱερὲ Σαράντη, ὁ ζηλώσας καλῶς, τεσσαράκοντα Μαρτύρων τὴν φάλαγγα, ζηλωτὰς
ἡμᾶς ἀνάδειξον καλῶν.
Σεραφεὶμ ἀγγέλων, ἐπέφθασας χορόν, σὺν Ἀγγέλοις τὸν Θεὸν καθικέτευε,
πολιτεύεσθαι ἡμᾶς ἀγγελικῶς.
Ἰακώβῳ Χαῖρε, προσφωνοῦμεν πιστῶς, σὺν τῷ Πλάτωνι χορείαν κοσμήσαντας,
δεκαρίθμων τοῦ Χριστοῦ συναθλητῶν.
Δῶρον τοῦ Δεσπότου, τῶν ἁπάντων σεπτόν, ὡς ὑπαρχῶν ὦ Δωρόθεε ἔνδοξε, ἡμῖν
δώρησαι τὴν δόξαν τ’ οὐρανοῦ.
Ὡς κοινὴν τὴν κλῆσιν, Μυροβλήτῳ πλουτῶν, ὦ Δημήτριε ἡμᾶς καταξίωσον, τοῦ
προσάγειν εὐωδίαν ἀρετῶν.
Ῥείθροις τῶν αἱμάτων, Βασιλείαν λαμπράν, ἐκληρώσατο ὁ θεῖος Βασίλειος, καὶ
Πολύευκτος εὐχῆς τὸν θησαυρόν.
Ἀνδρικῶς πρὸς πάλην, τῶν τυράννων ἐλθών, τῆς ἀνδρείας ὡς ἐπώνυμος ἔσχηκας,
θεῖα τρόπαια, στεῤῥὲ Ἀδριανέ.
Σπόρον γεωργήσας, τῆς Χριστοῦ διδαχῆς, ἐν τῇ γῇ τῆς σῆς καρδίας ἀπέδωκας, ὦ
Γεώργιε καρπὸν ὑπερτελῇ.
Χαίρετε ὁπλῖται, τοῦ Χριστοῦ εὐκλεεῖς, τῶν Μεγάρων τὰ λαμπρὰ καλλωπίσματα,
καὶ χαρᾶς ἀδιαδόχου κοινωνοί.
Δόξα. Τριαδικόν.
Προσκυνῶ Πατέρα, συνδοξάζω Υἱόν, καὶ τὸ Πνεῦμα ἀνυμνῶ τὸ πανάγιον, κλίνας
γόνυ τῆς καρδίας ταπεινῶς.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς ἁγνῆς Παρθένου, ἱκεσίαις Χριστέ, τῆς ἀσπόρως ἐν σαρκὶ κυησάσης Σε, τὴν
εἰρήνην Σου πρυτάνευσον ἡμῖν.
Τῷ ἀστέκτῳ θρόνῳ, παρεστῶτες ἀεί, θεῖοι Μάρτυρες ᾠδάς τε προσάγοντες, τὴν
παροῦσαν νῦν προσδέξασθε ᾠδήν.
ΣΤΑΣΙΣ Β´, ἧς ἡ ἀκροστιχίς κατ’ Ἀλφάβητον. Ἰσιδώρας.
Ἦχος πλ. α´. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μεγαλύνειν τὸν χορὸν Μαρτύρων, τὸν ὑπὲρ Χριστοῦ γενναίως
ἀθλήσαντα, καὶ νικήσαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Ἄναρχε Θεέ, ἀρξαμένῳ τὴν δεκάδα μέλπειν, τῶν Σῶν Ἀθλητῶν παράσχου τὴν Χάριν
Σου, καὶ τὴν ἄμαχον ἰσχύν Σου δυσωπῶ.
Βάπτισμα Χριστοῦ, ὡς ἐδέξαντο οἱ Ἀθλοφόροι, ῥείθροις τῶν σεπτῶν αἱμάτων
ἐλεύκαναν, τῆς ψυχῆς ἱματισμὸν τὸν Ἱερόν.
Γνώμῃ ἐν μιᾷ, ἐναθλήσασα δεκὰς Μαρτύρων, τὰς τοῦ δυσμενοῦς ἐνέδρας
κατέῤῥιψε, νίκης τρόπαια ἐγείρασα λαμπρά.
Δρόμον τὸν στενόν, βηματίσαντες τοῦ Μαρτυρίου, πλάτος Οὐρανοῦ οἰκεῖτε πανένδοξοι,
καὶ Ἀγγέλων συναγάλλεσθε χοροῖς.
Ἔσοπτρα φωτός, τρισηλίου καὶ ἀδύτου ὄντες, ἀθέου νυκτὸς τὸ σκότος ἐλύσατε,
ἀνατέλλοντες τῆς πίστεως αὐγήν.
Ζῆλον ἱερόν, ἐνδυσάμενοι οἱ Ἀθλοφόροι, πᾶσαν τοῦ ἐχθροῦ καθεῖλον τὴν
ἔπαρσιν, θείας πίστεως τρανώσαντες ἰσχύν.
Ἥλιον Χριστόν, ἐγνωκότες οἱ κλεινοὶ ὁπλῖται, Τούτου τῷ φωτὶ εὐθὺς
ἠκολούθησαν, θείαν τρίβον πορευθέντες ἀκλινῶς.
Θέμεθλον καλόν, τὸν ἀκρόγωνον τεθέντες λίθον, οἶκον τῆς ψυχῆς ἀνήγειραν
Μάρτυρες, τοῦ ἐχθροῦ μὴ σαλευόμενον βολαῖς.
Ἵσταντο στεῤῥοί, ὡς ἀδάμαντες πικραῖς βασάνοις, Σὲ τὸν γλυκασμὸν Χριστὲ οὐκ
ἀρνούμεθα, ὁμοφώνως ἐκβοῶντες Ἀθληταί.
Κλήματα σεπτά, τῆς ἀμπέλου τῆς ζωῆς ὡς ὄντες, βότρυν τὸν γλυκὺν Χριστῷ
ἀπεδώκατε, τῶν αἱμάτων τῶν πανσέπτων τὴν ῥοήν.
Λίμνην ἁλμυράν, ὡς ξηράναντες τῆς ἀθεΐας, θεῖον ποταμὸν τῆς Χάριτος νέμετε,
ταῖς καρδίαις τῶν πιστῶν διηνεκῶς.
Μέλη τοῦ Χριστοῦ, τιμιώτατα Μάρτυρες ὄντες, μέλεσι σαρκὸς βασάνους ὑπέστητε,
Κεφαλὴν ὁμολογήσαντες Χριστόν.
Νάβλαι ἱεραί, μελωδεῖτε Μαρτυρίου ᾆσμα, καὶ τῶν εὐσεβῶν καρδίας εὐφραίνετε,
οἰκειούμενοι αὐτὰς τῷ Ἐραστῇ.
Ξύλου τῆς ζωῆς, ὡς γευσάμενοι οἱ Ἀθλοφόροι, τὸν ζωοποιὸν Σταυρὸν
μεγαλύνουσι, τὸν εἰσάγοντα ἡμᾶς ἐν τῇ Ἐδέμ.
Ὄλβιοι Ὑμῶν, οἱ πανσέβαστοι καὶ θεῖοι Τάφοι, ἔτεσι πολλοῖς Λειψάνων
φυλάξαντες, τὸν ἀτίμητον καὶ θεῖον θησαυρόν.
Πύλας τὰς ποτέ, Παραδείσου κεκλεισμένας ὄντας, τὸν βασιλικῶς βροτοῖς
ὑπανοίξαντα, ἠκολούθησε Μαρτύρων ἡ δεκάς.
Ῥόδα τὰ σεπτά, καὶ ἡδύπνοα Μάρτυρες ὄντες, Χριστοῦ τὴν ὀσμὴν ἡμῖν ἀποπνέετε,
Παρακλήτου τε εὐώδεις δωρεάς.
Στίγματα σαρκί, ὡς βαστάσαντες τοῦ Μαρτυρίου, λάμπετε ἀεὶ χρυσοῦ
τηλαυγέστερον, καθαρότεροι χιόνος ταῖς ψυχαῖς.
Τάξεις Λειτουργῶν, ἀσωμάτων τοὺς Ὑμῶν ἀγῶνας, τοὺς ὑπερφυεῖς ὁρῶντες
ἐθαύμαζον, καὶ στεφάνους ἐπεκόμιζον λαμπρούς.
Ὕδωρ δαψιλῶς, τὸ ζωήῤῥυτον ἡμῖν δωρεῖσθε, καὶ τῶν καρδιῶν αὐχμὸν καταπαύετε,
ὡς δεκάκρουνος τῆς Χάριτος πηγή.
Φέγγος ἐντολῶν, θειοτάτων τῆς ἀγνοίας σκότος, λῦον τὸ βαθὺ ἐμφαίνετε
Μάρτυρες, καὶ τὰς τρίβους τὰς φερούσας πρὸς ζωήν.
Χέρσον οὖσαν γῆν, κατηρδεύσατε ῥοαῖς αἱμάτων, καὶ τὸν γλυκερὸν καρπὸν
ἀπεδώκατε, ἐκκλησίας ὡς δεκάκλωνος βλαστός.
Ψάμμον ἀληθῶς, ὑπερβαίνουσι θαυμάτων πλήθη, ἅπερ τοῖς πιστοῖς τελεῖτε
ἑκάστοτε, τοῖς προστρέχουσι Λειψάνων τῇ σορῷ.
Ὡς τῶν ἀρετῶν, καθαρώτατα καὶ θεία σκεύη, βίον ἀρετῶν ἡμᾶς ἀξιώσατε, τοῦ
προσάγειν ὡς θυσίαν τῷ Χριστῷ.
Ἴσχυσεν στεῤῥῶς, ἐν σταδίῳ προσπαλέσας πάλαι, ὁ Ἀδριανὸς ἀνδρείας φερώνυμος,
καὶ ὁ Πλάτων πλάτος πόλου κατοίκων.
Σέλας καθορῶν, Σεραφεὶμ σὺν τοῖς χοροῖς Ἀγγέλων, τῷ Παμβασιλεῖ πρεσβείαν
προσάγαγε, φῶς παρέχειν καὶ ἡμῖν τὸ τριλαμπές.
Ἵππειον ἐχθροῦ, ὁ Ἰάκωβος καθεῖλε θράσος, ὅπλον τὸν Σταυρὸν κτησάμενος
μέγιστον, καὶ ὡς θώρακα τὴν πίστιν τοῦ Χριστοῦ.
Δῶρον ὡς δεκτόν, ὦ Δωρόθεε Θεῷ προσῆξας, θεῖον ποταμὸν αἱμάτων τιμίων Σου,
καὶ ἀντέλαβες χειμάῤῥουν τῆς τρυφῆς.
Ὥριμον καρπόν, ἀθανάτῳ Γεωργῷ προσῆξε, τὴν καρτερικὴν τυράννων ἐνώπιον, ὁ
Γεώργιος φωνὴν Χριστὸν ἐρῶ.
Ῥώμην ἐνδυθείς, ὡς θεότευκτον στολὴν Σαράντης, πᾶσαν τοῦ ἐχθροῦ ἐξέδυσε
δύναμιν, ὑποτάξας ὡς στρουθίον τοῖς ποσίν.
Ἄστρον φαεινόν, Βασιλείας Οὐρανῶν τὴν δόξαν, καὶ τὸ ἀγλαὲς τῆς θείας
λαμπρότητος, ὁ Βασίλειος ἐμφαίνει τηλαυγῶς.
Στέφανον λαμπρόν, ὁ Δημήτριος χειρὶ ἐδέχθη, τῇ Ζωαρχικῇ καὶ θεῖος
Πολύευκτος, τῶν ἀφθάρτων ἀμοιβῶν τὴν πλησμονήν.
Χαίρετε ἀεί, τὰ ἀπόρθητα Μεγάρων τείχη, πάντων τῶν πιστῶν λιμένες
ἀχείμαστοι, ἐκκλησίας τε Χριστοῦ ὁ στολισμός.
Δόξα. Τριαδικόν.
Ἅπαντες πιστῶς, προσκυνήσωμεν Πατέρα Λόγον, σὺν τῷ συμφυεῖ Ἁγίῳ τε Πνεύματι,
τὴν Θεότητα τὴν μίαν καὶ τριττήν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποτα Χριστέ, τὴν τεκούσαν Σε δέξαι Παρθένον, τὴν ὑπὲρ παντὸς τοῦ κόσμου
πρεσβεύουσαν, καὶ τὴν Χάριν Σου κατάπεμψον ἡμῖν.
Μέλψας Ἀθλητῶν, τροπαιούχων τὴν σεπτὴν Δεκάδα, δόξαν καὶ τιμὴν Τριάδι
προσένειμον, τῇ διδούσῃ μοι τὴν Χάριν καὶ ἰσχύν.
ΣΤΑΣΙΣ Γ´, ἧς ἢ ἀκροστιχίς κατ᾿ Ἀλφάβητον. Ἰσιδώρας.
Ἦχος γ´. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ χορείᾳ, προσφέρουσι
Μαρτύρων.
Ἄκτιστε Θεότης, ἰσχὺν καὶ Χάριν δός
μοι, Μαρτύρων μέλψαι ἄθλους.
Βήματι τυράννων, ἑστῶτες οἱ ὁπλῖται,
Θεὸν καθωμολόγουν.
Γάνυται Μεγάρων, ἡ πόλις τῶν Λειψάνων,
πλουτοῦσα θείαν θήκην.
Δαίμοσι λατρείαν, οὐ θύομεν οὐδόλως,
οἱ Μάρτυρες ἐβόων.
Ἔρεισμα καὶ τεῖχος, οἱ Μάρτυρες κατείχον,
Σταυρὸν τὸν ζωηφόρον.
Ζέοντι τῷ πόθῳ, Χριστοῦ τὴν θείαν πίστιν,
ἐτήρουν οἱ γενναῖοι.
Ἤραντο βραβεῖα, οἱ Μάρτυρες παλάμῃ,
ζωαρχικῇ στεφθέντες.
Θραύσαντες τυράννων, ἐνέδρας οἱ
ὁπλῖται, ὑψοῦσι θεῖον κέρας.
Ἴθυναν πρὸς ὅρμον, Χριστοῦ ψυχῆς τὸ σκάφος, οἱ Μάρτυρες οἱ θεῖοι.
Κέρδος τὸ τεθνᾶναι, οἱ Μάρτυρες ἡγοῦντο, διὸ ζωὴν κληροῦνται.
Λόγῳ τῷ τυθέντι, ἐπὶ Σταυροῦ θυσία, δεκὰς Μαρτύρων ἤχθη.
Μύρον ὡς εὐῶδες, τὰ αἵματα προσῆξαν, υἱοὶ Μάρτυρες Κυρίῳ.
Νόμον τοῦ Δεσπότου, ὑπὲρ χρυσὸν ἠγάπα, δεκὰς τῶν Ἀθλοφόρων.
Ξένοι ὡς πολῖται, οἱ Μάρτυρες γηΐνων, δεσμὸν ἠρνοῦντο πάντα.
Ὄργανα ὡς θεῖα, ᾠδὴν οἱ Ἀθλοφόροι, Κυρίῳ μελωδοῦσιν.
Πόλιν τῶν Μεγάρων, ἀπόρθητα ὡς τείχη, οἱ Μάρτυρες φρουροῦσιν.
Ῥεύματα τῆς πλάνης, οἱ Μάρτυρες αἱμάτων, ἐξήραναν τοῖς ῥείθροις.
Σάλπιγγες ὡς θεῖαι, Τριάδος μεγαλεῖα, οἱ Μάρτυρες τρανοῦσι.
Τάλαντον λαβόντες, οἱ Μάρτυρες ἀθλήσει, σεπτῇ ηὔξησαν τοῦτο.
Ὕλην ἀθεΐας, πυρὶ τοῦ θείου πόθου, χορὸς τεφροῖ Μαρτύρων.
Φάλαγγας δαιμόνων, ἡ φάλαγξ τῶν Μαρτύρων, Δεσπότου τρέπει φίλτρῳ.
Ἴθυναν πρὸς ὅρμον, Χριστοῦ ψυχῆς τὸ σκάφος, οἱ Μάρτυρες οἱ θεῖοι.
Κέρδος τὸ τεθνᾶναι, οἱ Μάρτυρες ἡγοῦντο, διὸ ζωὴν κληροῦνται.
Λόγῳ τῷ τυθέντι, ἐπὶ Σταυροῦ θυσία, δεκὰς Μαρτύρων ἤχθη.
Μύρον ὡς εὐῶδες, τὰ αἵματα προσῆξαν, υἱοὶ Μάρτυρες Κυρίῳ.
Νόμον τοῦ Δεσπότου, ὑπὲρ χρυσὸν ἠγάπα, δεκὰς τῶν Ἀθλοφόρων.
Ξένοι ὡς πολῖται, οἱ Μάρτυρες γηΐνων, δεσμὸν ἠρνοῦντο πάντα.
Ὄργανα ὡς θεῖα, ᾠδὴν οἱ Ἀθλοφόροι, Κυρίῳ μελωδοῦσιν.
Πόλιν τῶν Μεγάρων, ἀπόρθητα ὡς τείχη, οἱ Μάρτυρες φρουροῦσιν.
Ῥεύματα τῆς πλάνης, οἱ Μάρτυρες αἱμάτων, ἐξήραναν τοῖς ῥείθροις.
Σάλπιγγες ὡς θεῖαι, Τριάδος μεγαλεῖα, οἱ Μάρτυρες τρανοῦσι.
Τάλαντον λαβόντες, οἱ Μάρτυρες ἀθλήσει, σεπτῇ ηὔξησαν τοῦτο.
Ὕλην ἀθεΐας, πυρὶ τοῦ θείου πόθου, χορὸς τεφροῖ Μαρτύρων.
Φάλαγγας δαιμόνων, ἡ φάλαγξ τῶν Μαρτύρων, Δεσπότου τρέπει φίλτρῳ.
Χάριτος τὰ ῥεῖθρα, πιστῶν ἐν ταῖς καρδίαις,
δεκὰς Μαρτύρων βλύζει.
Ψεύδη οἱ ὁπλῖται, ἠρνοῦντο ὡς ἐπέγνων, Θεὸν τῆς ἀληθείας.
Ὢ δεκὰς Μαρτύρων, Τριάδα ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων.
Ἴσχυσε τυράννων, πρὸς πάλην ἐναθλήσας, Ἀδριανὸς ὁ θεῖος.
Σθένει τοῦ τιμίου, Σταυροῦ ἐχθροὺς τροποῦνται, σὺν Σεραφεὶμ Σαράντης.
Ἴαμα καὶ Χάριν, ἡ κάρα Ἰακώβου, ὡς ποταμὸν ἐκβλύζει.
Δέξαι μου ὡς δῶρον, Δωρόθεος ἐβόα, τὰ αἵματα Θεέ μου.
Ὡς τρυφὴν ἡγοῦντο βασάνους πολυτρόπους Πολύευκτος καὶ Πλάτων
Ῥύπον τῆς κακίας, ἀπώσατο ἐμφρόνως, Γεώργιος θεόφρων.
Ἄληκτον τὸν αἶνον, Θεῷ εἰς τοὺς αἰῶνας, Δημήτριος προσάγει.
Στέφος Βασιλείας, λαμπρὰς καὶ ἀμάραντου, Βασίλειος ἐδέχθη.
Χαίρετε ὁπλῖται, Χριστοῦ τροπαιοφόροι. Μεγάρων μέγα κλέος.
Ψεύδη οἱ ὁπλῖται, ἠρνοῦντο ὡς ἐπέγνων, Θεὸν τῆς ἀληθείας.
Ὢ δεκὰς Μαρτύρων, Τριάδα ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων.
Ἴσχυσε τυράννων, πρὸς πάλην ἐναθλήσας, Ἀδριανὸς ὁ θεῖος.
Σθένει τοῦ τιμίου, Σταυροῦ ἐχθροὺς τροποῦνται, σὺν Σεραφεὶμ Σαράντης.
Ἴαμα καὶ Χάριν, ἡ κάρα Ἰακώβου, ὡς ποταμὸν ἐκβλύζει.
Δέξαι μου ὡς δῶρον, Δωρόθεος ἐβόα, τὰ αἵματα Θεέ μου.
Ὡς τρυφὴν ἡγοῦντο βασάνους πολυτρόπους Πολύευκτος καὶ Πλάτων
Ῥύπον τῆς κακίας, ἀπώσατο ἐμφρόνως, Γεώργιος θεόφρων.
Ἄληκτον τὸν αἶνον, Θεῷ εἰς τοὺς αἰῶνας, Δημήτριος προσάγει.
Στέφος Βασιλείας, λαμπρὰς καὶ ἀμάραντου, Βασίλειος ἐδέχθη.
Χαίρετε ὁπλῖται, Χριστοῦ τροπαιοφόροι. Μεγάρων μέγα κλέος.
Δόξα. Τριαδικόν.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ Τρισάγια,
ἁγίασόν Σους λάτρας.
Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Παρθένε, τῷ Σῶ Υἱῷ πρεσβείαν,
προσάγαγε ἀπαύστως.
Δόξα τῷ ἀκτίστῳ, Θεῷ Μαρτύρων ἄθλοις,
ἀεὶ δοξαζομένῳ.
Ἕτερα· ὦν ἡ ἀκροστιχίς κατ’ Ἀλφάβητον. Ἰσιδώρας.
Ἦχος γ´. Ἀκατάληπτόν ἐστιν.
Ἀκατάληπτόν ἐστι, πῶς Μαρτύρων οἱ
χοροί, τοὺς ἀσάρκους δυσμενεῖς, ἐτροποῦντο ἐν σαρκί.
Ἀσματόπλοκον ᾠδήν, δεκαρίθμοις
Ἀθληταῖς, ᾄσαι δίδου μοι ἰσχύν, Ὑπερύμνητε Θεέ.
Βρύσεις θείων δωρεῶν, ὡς ὑπάρχοντες
Ὑμεῖς, ἐπομβρίσατε κἀμοί, Χάριν θείαν δυσωπῶ.
Γνώσεως ὑπερτέλους, ὡς ταμεῖα
εὐπρεπῆ, προσταγμάτων ἱερῶν, γνῶσιν δότε καὶ ἡμῖν.
Δροσισμὸν τὸν ἀληθῆ, νῦν παρέχετε
ἡμῖν, ὡς πυρὰν τῶν πειρασμῶν, ὑπελθόντες ἀνδρικῶς.
Ἐπὶ πέτραν ἐντολῶν, πόδας στήσαντες
καλῶς, ὡς ἀδάμαντες στεῤῥοί, ἔστητε ἐν διωγμοῖς.
Ζῶσά τε ὡς λογική, καὶ θυσία καθαρά,
προσηνέχθη τῷ Θεῷ, ἡ δεκὰς τῶν Ἀθλητῶν.
Ἡδυπνόου ὡς ὀσμῆς, σκεύη τὰ πανευαγῆ,
εὐωδίαν τῆς ζωῆς, ἀποπνέετε ἀεί.
Θεωρίας μυστικῆς, ὡς ἐπόπται
ἀπλανεῖς, ἐκδιδάξατε ἡμᾶς, Φῶς ὁρᾶν τὸ τριλαμπές.
Ἰοβόλου
πτερνιστοῦ, τοῦ τὴν Εὔαν τῆς Ἐδέμ, ἐξορίσαντος τὸ πρίν, διελύσατε δεσμά.
Καλλικέλαδοι Ὑμεῖς, ὡς ἀηδόνες τῷ
Χριστῷ, ᾆσμα ᾄδετε καινόν, ἐξ ᾠδὼν Μαρτυρικῶν.
Λύχνοι ὡς φωτοειδείς, πᾶσι φαίνετε τὸ
φῶς, ὡς οἰκοῦντες εὐκλεῶς, εἰς ἐπαύλεις τοῦ φωτός.
Μεγαρέων στολισμός, ὡς ὑπάρχοντες
κλεινός, ὡραΐσατε ἡμᾶς, καλλοναῖς τῶν ἀρετῶν.
Ναυτιῶντας ἐν δεινοῖς, καὶ τοῖς βίου
λυπηροῖς, καταφεύγομεν Ὑμῖν, ὡς λιμέσι γαληνοῖς.
Ξενωθέντες ἐκ δεσμῶν, τῶν γηΐνων καὶ
φθαρτῶν, οἰκειώσατε ἡμᾶς, τῷ Δεσπότῃ τοῦ παντός.
Ὄλβιον ὡς θησαυρόν, τῶν Λειψάνων τὴν
σορόν, ἔχοντες οἱ Μεγαρεῖς, ἐγκαυχώνται ἐν χαρᾷ.
Πλείστοις ἔτεσι Ὑμεῖς, μείναντες ἐν
σπλάγχνοις γῆς, ηὐλογήσατε αὐτήν, εὐλογίας ὡς κρουνοί.
Ῥάβδῳ θείων ἐντολῶν, στηριχθέντες
κραταιῶς, Μαρτυρίου τὴν ὁδόν, διηνύσατε λαμπρῶς.
Σελασφόροι ὡς αὐγαί, σκότος λύετε
βαθύ, ζοφερὰς διὸ νυκτός, ἐκλυτρώσασθε ἡμᾶς.
Ταπεινώσαντες ἐχθροῦ, τὴν ὑψαύχενα
ὀφρύν, ταπεινώσεως ὁδόν, ἐκδιδάξατε ἡμᾶς.
Ὑπελθόντες τὰ πικρά, γεγηθότι
λογισμῷ, τῆς ἀῤῥήτου χαρμονῆς, κοινωνεῖτε ἐσαεί.
Φυτουργοὶ ὡς ἱεροί, Ἀθανάτου Γεωργοῦ,
ἐμφυτεύσατε ἡμῖν, πίστιν τὴν ἀληθινήν.
Χαλινώσαντες θυμόν, ὠμότατων
δικαστῶν, πάθη δότε καὶ ἡμῖν, χαλινῶσαι ἐγκρατῶς.
Ψαλμικῶς ὥσπερ χρυσός, χαλκευθέντες
τῷ πυρί, προσεδέξατο Χριστός, ὁλοκάρπωμα δεκτόν.
Ὠνησάμενοι καλῶς, Βασιλείαν Οὐρανῶν,
δαιτυμόνας τ’ Οὐρανοῦ, ἀναδείξατε ἡμᾶς.
Ἰακώβῳ τῳ στεῤῥῷ, κατὰ χρέος ἐκτενῶς,
Χαίροις εἴπωμεν αὐτῷ, καρτερίας ὁ κανῶν.
Σὺν χορῷ τῶν ἱερῶν, τεσσαράκοντα
ἀνδρῶν, καθικέτευε Θεόν, ὦ Σαράντη θαυμαστέ.
Ἰερεῖα ὡς σεπτά, καὶ ἀμώμητα Χριστῷ,
προσηνέχθησαν ὁμοῦ, Πλάτων καὶ Ἀδριανός.
Δωροθέῳ τῷ κλεινῷ, Βασιλείῳ τε
λαμπρῷ, χάριτας ἀπὸ ψυχῆς, δεῦτε δῶμεν ἀδελφοί.
Ὥσπερ στάχυν καρπερόν, σῖτον δόντα
τὸν μεστόν, τὸν Γεώργιον πιστοί, εὐφημήσωμεν ἀεί.
Ῥόδον ὥσπερ τὸ τερπνόν, εὐωδίαν
μυστικήν, ὁ Δημήτριος ψυχαῖς, ἐπιῤῥέει δαψιλῶς.
Ἀσωμάτων Λειτουργῶν, κλῆσιν ἔχων
ἱεράν, Σεραφεὶμ πρὸς Οὐρανόν, ἐπανάγαγε ἡμᾶς.
Σωφροσύνης στολισμόν, ἐνδυσάμενος
λαμπρόν, ὁ Πολύευκτος πολλήν, Χάριν νέμει τοῖς πιστοῖς.
Χαίρετε τῶν Ἀθλητῶν, ὁ δεκάριθμος
χορός, τῶν Μεγάρων ἱλασμός, καὶ διάκοσμος κλεινός.
Δόξα. Τριαδικόν.
Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ
εὐθές, τὴν ἀΐδιον Ἀρχήν, προσκυνήσωμεν πιστοί.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν Μητέρα τοῦ Θεοῦ, τὴν καλὴν ἐν
γυναιξί, τὴν Παρθένον Μαριάμ, μεγαλύνωμεν πιστοί.
Εὐγνωμόνως οἱ πιστοί, προσκομίσωμεν ἀεί,
τῶν Μαρτύρων τῷ χορῷ, τῆς ψυχῆς τὸν ἀσπασμόν.
Γόνυ κλίναντες Αὐτοῖς, χαίρειν
εἴπωμεν ἀεί, τῶν Μεγάρων θαυμασμός, σέμνωμά τε ἱερόν.
Δόξαν δῶμεν τῷ Θεῷ, τῷ δωρήσαντι
ἡμῖν, δεκαρίθμους Ἀθλητάς, ὥσπερ τείχη ὀχυρά.
Εὐλογητάρια. Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ Κύριε,
δίδαξόν με, τοὺς Μάρτυρας ὑμνῆσαι.
Τῶν Ἀγγέλων χορεῖαι, κατεπλάγησαν
θείους, Ἀθλητὰς ἐνορώσαι, πρὸς ἀγῶνας τοὺς στεῤῥούς, ἐν σταδίῳ χωροῦντας, καὶ
τὰ ἀλγεινὰ ὡς τρυφὴν λογίζοντας, τοῦ Δεσπότου φίλτρῳ ἐνδυναμούμενοι.
Εὐλογητὸς εἶ Κύριε,
Μάρτυράς Σου μεγάλως θαυμαστώσας.
Τοῖς τυράννοις ὁ δῆμος, τῶν γενναίων
Μαρτύρων, εὐθαρσῶς ἀνεβόα, τῷ προστάγματι ὑμῶν, μηδαμῶς πειθαρχοῦμεν, καὶ τὸν
Ἀληθῆ Παντουργὸν λατρεύομεν, τὸν πανσόφως πάντα Δημιουργήσαντα.
Εὐλογητὸς εἰ Κύριε,
δίδαξόν με, Μαρτύρων ἄθλους μέλψαι.
Σεραφεὶμ Ἰακώβῳ, Δωροθέω τε χαῖρε, οἱ
πιστοὶ προσφωνοῦμεν, Βασιλείῳ τε ὁμοῦ, καὶ κλεινῷ Δημητρίῳ, πάντες εὐσεβῶς καὶ
πιστῶς προσπέσωμεν, καὶ Σαράντην πόθῳ ὑμνολογήσωμεν.
Εὐλογητὸς εἰ Κύριε,
δίδαξόν με Μαρτύρων ἄθλους μέλψαι.
Ὢ Πολυευκτὲ Πλάτων, καὶ Γεώργιε ἅμα,
Ἀθλητῶν ἡ ἀκρότης, καὶ στεῤῥὲ Ἀδριανέ, ἡ τετρὰς ἡ τιμία, τῷ Παμβασιλεῖ ἐκτενῶς
πρεσβεύσατε, τῶν Χαρίτων ὄλβον ἡμῖν δωρήσασθαι.
Εὐλογητὸς εἰ Κύριε,
δίδαξόν με, Μαρτύρων ἄθλους μέλψαι.
Τῶν Μεγάρων ἡ πόλις, ἐγκαυχάται
πλουτοῦσα, τῶν Μαρτύρων τοὺς τάφους, καὶ Λειψάνων τὴν σορόν, θησαυρὸν
κεκτημένη, χαίρετε βοᾶ Ἀθληταὶ δεκάριθμοι, ἐν κινδύνοις τεῖχος ἀκαταμάχητον.
Δόξα. Καί νῦν. Τριαδικόν.
Ὢ Τριὰς Παναγία, ὁ Πατὴρ ὁ Υἱός τε,
καὶ τὸ σύνθρονον Πνεῦμα, ἡ κρατοῦσα τοῦ παντός, καὶ ζωὴν χορηγοῦσα, ταῖς τῶν
Ἀθλητῶν ἱεραῖς δεήσεσι, ὀρθοδόξως σέβειν Σε καταξίωσον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου