Ἐγκωμιαστικός Κανών
καί Λόγος ΑΓΙΩΝ 10 ΜΑΡΤΥΡΩΝ ΜΕΓΑΡΩΝ.
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης
Κανών οὗ ἡ ἀκροστιχίς: Ἀμνοὺς δέκα λογικούς, Μεγάρων πόλις θύει.
ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός. Ἀναστάσεως ἡμέρα.
Ἀκατάληπτε Θεότης, ὁ Πατήρ, ὁ Υἱός. Πνεῦμα εὐθὲς καὶ θεῖον τὸ τῆς ψυχῆς μου
τριμερές, τῆς Σῆς Χάριτος φωτί, Μαρτύρων λιταῖς, καταύγασον δέομαι, Τούτων
μέλπειν τὰ τρόπαια.
Μεγαρέων ἐπαγάλλου, εὐσεβῶν ἡ πληθύς. ᾈδουσα χαρμοσύνως· τῶν Ἀθλοφόρων τὸν
χορόν, τὸν ὑμνήσαντα Χριστόν, βασάνοις πικραῖς, βοῶσα τοῖς Μάρτυσι, Χαριτώνυμοι
Χαίρετε.
Νύκτα πλάνης τῶν εἰδώλων, ἀπελάσαντες φῶς. Μάρτυρες δαδουχεῖτε, ὡς γὰρ
ἀστέρες φαεινοί, ἀνατέλλοντες τῇ γῇ, ἀκτῖσι φαιδραῖς, πιστοὺς καταυγάζετε, ἐκ
πηγῆς φωτοδότιδος.
Θεοτοκίον.
Οὐρανῶν Σὺ πλατυτέρα, χερουβίμ τε Ἁγνή. Ὤφθης τιμιωτέρα, τὸν γὰρ ἀχώρητον
παντί, τὸν ὑμνούμενον ἀεί, Ἀγγέλων χοροῖς, σαρκὶ ἀπεκύησας, Μητροπάρθενε
Δέσποινα.
ᾨδὴ γ´. Ὁ Εἱρμός. Δεῦτε πόμα πίωμεν καινόν.
Ὕψη θεοπτίας ἀκραιφνοῦς, Μαρτυρίου ταῖς πτέρυξιν ἐπεφθάσατε, διὸ ἀπαύστοις
εὐχαῖς, ἐκ λάκκου πταισμάτων χαλεπῶν, ἡμᾶς ἀνυψώσατε.
Στέφος θείας δόξης Ἀθληταί, ἐκ χειρὸς Ζωοδότου λαμπρῶς ἐδέξασθε, διὸ
στεφάνων ἡμᾶς, εἰς πάλην παθῶν φθοροποιῶν, καλῶς ἀξιώσατε.
Δῶρον τῷ Δεσπότῃ τοῦ παντός, ποταμοὺς τῶν αἱμάτων προσεκομίσατε, καὶ τὸν
χειμάῤῥουν τρυφῆς, ἀφθόνως ἐπίετε διό, πιστοὺς καταρδεύετε.
Θεοτοκίον.
Ἕρεισμα καὶ τεῖχος ἀῤῥαγές, τὴν πρεσβείαν Σου Μῆτερ Ἁγνὴ κεκτήμεθα, ἐκ τῶν
ἀσάρκων ἐχθρῶν, φυλάττουσα πάντας ἀβλαβεῖς, διό Σοι προστρέχομεν.
ᾨδὴ δ´. Ὁ Εἱρμός. Ἐπὶ τῆς θείας φυλακῆς.
Κραταιωθέντες τοῦ Σταυροῦ, τῇ δυναστείᾳ διωκτῶν, κράτος οἱ ὁπλῖται καθεῖλον,
νικηφόρα τρόπαια, ἐν τῷ σταδίῳ στήσαντες· λέγοντες τοῖς τυράννοις εὐτόλμως· Τὸν
ἐν Τριάδι Θεόν, κατασπαζόμεθα.
Ἀνεπιστρόφῳ λογισμῷ, πρὸς τὰς αἰκίσεις τῆς σαρκός, δῆμος Ἀθλητῶν ηὐτομόλη,
καὶ Χριστοῦ στομούμενοι, τῇ δροσοβόλῳ Χάριτι ἔφερον τὰς βασάνους ἡδέως, διὰ τὴν
ὄντως ζωήν, οἱ καρτερόψυχοι.
Λατρεία ζῶσα τῷ Θεῷ, ὡς ἰερεῖα λογικά, ἤνεγκον οἱ θεῖοι ὁπλῖται, ἑαυτοὺς
κραυγάζοντες, τῷ Σταυρωθέντι Ἄνακτι, πρόσδεξαι καὶ ἡμῶν Πανοικτίρμον, τὴν τῶν
αἱμάτων ῥοήν, ὡς ὁλοκάρπωμα.
Θεοτοκίον.
Ὄρος τὸ σύσκιον Ἁγνή, ὁ Ἀββακοὺμ σὲ προορᾷ, ὄρος Δανιὴλ δὲ σὲ εἶδε, ἐξ οὗ
λίθος τέτμηται, ἄνευ χειρὸς Θεόνυμφε· Κύριος, Ὃν δυσώπει ἀπαύστως, σώσαι ἡμᾶς
ἐκ χειρὸς τοῦ πολεμήτορος.
ᾨδὴ ε´. Ὁ Εἱρμός. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Γηθόμενοι πάντες ἐνθέως, τὴν τῶν Μαρτύρων δεκάδα τιμήσωμεν κατὰ χρέος, τὴν
Χριστὸν τιμήσασαν, τὸν τοῖς οἰκείοις μέλεσι, πάθος Σταυροῦ ὑπομείναντα.
Τάσεων κρήνην πλουσίαν, καὶ τῶν θαυμάτων ὡς ῥεῖθρον κεκτήμεθα τῶν Μαρτύρων,
τὴν σορὸν τὴν πάνσεπτον, τοῦ Παρακλήτου νέμουσα, Χάριν πιστοῖς ἀδαπάνητον.
Κηρύξαντες μέσον σταδίου, τὴν παναμώμητον πίστιν ὑπέμειναν τὰς βασάνους,
ἀνδρικῶς οἱ Μάρτυρες, καὶ τῷ Σωτῆρι ἐκραζον, πλήν Σου Θεὸν οὐ γινώσκομεν.
Θεοτοκίον.
Ὁ τόκος σου ἄφθορε Κόρη, ἐκ τῶν βαράθρων τὸ γένος ἀνώρθωσε τῶν ἀνθρώπων, καὶ
στολὴν ἐνέδυσε, τῆς ἀφθαρσίας ἅπαντας, ἄκρᾳ Αὐτοῦ ἀγαθότητι.
ᾨδὴ στ´. Ὁ Εἱρμός. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Ὑστέροις καὶ χαλεπωτάτοις καιροῖς, ὡς θησαύρισμα σεπτὸν ἐπεφάνη. Λειψάνων ἡ
πανευώδης σορός, καὶ ἐνέπλησε, θυμηδίας μυστικῆς, Μεγαρέων τὰ πλήθη.
Συμφώνως τὰς Μαρτυροπλόκους ᾠδάς, τῷ Δεσπόζοντι Θεῷ ἐμελώδει, Μαρτύρων τῶν
δεκαρίθμων χορός, καὶ κατηύφρανε, τῇ ἀῤῥήτῳ χαρμονῇ, τῶν Ἀγγέλων χορείας.
Μεγάλῃ καὶ εὐτονωτάτῃ φωνῇ, ἐκηρύξατε Χριστὸν ἐν σταδίῳ, σαλπίγγων ὡς
πανευήχων φθογγαί, καὶ διέδραμεν, εἰς τὰ πέρατα τῆς γῆς, Μαρτυρίου ὁ λόγος.
Θεοτοκίον.
Ἐν μήτρᾳ Σου καθαρωτάτῃ Ἁγνή, κατεσκήνωσε Θεὸς παραδόξως, ὑψώσαι τὸν
πεπτωκότα Ἀδάμ, καὶ δωρήσασαθαι, τοῖς τιμῶσί σε πιστῶς, τοῦ ἐλέους τὰ ῥεῖθρα.
ᾨδὴ ζ´. Ὁ Εἱρμός. Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος.
Γαλήνης ὡς λιμένας κεκτήμεθα, πανεύφημοι Μάρτυρες, τάφους τοὺς Ὑμῶν, οἷς
προσελθόντες οἱ πιστοί, νοσημάτων τὴν ῥῶσιν λαμβάνομεν, τιμῶντες χρεωστικῶς
Ἀθλοφόροι, Ὑμῶν τὰ ἀκροθίνια.
Ἀρνία ἑκουσίως ὡς ἄμωμα, προσήχθητε Μάρτυρες, Λόγῳ καὶ ἀμνῷ, ὃς ἐπὶ ξύλου
τοῦ Σταυροῦ, ὑφαπλώσας παλάμας θελήματι, τὸ γένος τῶν γηγενῶν κατηλάγη. Πατρὶ
τῷ πανοικτίρμονι.
Ῥανίσι τῶν αἱμάτων ἠρδεύσατε, πανένδοξοι Μάρτυρες, χθόνα ἱεράν, τὴν τῶν
Μεγάρων ὡς κρουνοί, εὐλογίας καὶ θείας χρηστότητος, καὶ ὕδωρ ζωοποιοῦν ταῖς
διψώσαις, ψυχαῖς ἐπιβραβεύετε.
Θεοτοκίον.
Ὡς θρόνος τοῦ Ὑψίστου Πανύμνητε. ἀγκάλαις ἐβάστασας, βρέφος τὸν Θεόν,
ἀνερμηνεύτως δι᾿ ἡμᾶς, τὴν βροτείαν φορέσας ἀσθένειαν, Ὃν πάντες ὡς λυτρωτὴν
εὐλογοῦμεν, ἀεὶ Σὲ μεγαλύνοντες.
ᾨδὴ η´. Ὁ Εἱρμός. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα.
Νᾶμα τὸ σεπτὸν ἀκενώτως δωρεῖσθε, ὡς βότρυες ἄχραντου, ζωοποιοῦ τε ἀμπέλου,
καὶ πιστῶν τὰς ψυχάς, κατευφραίνετε ἀεὶ τῇ γλυκύτητι, Χριστὸν εὐλογούντων, εἰς
πάντας τοὺς αἰῶνας.
Πεῖραν ἀλγηνῶν πολυτρόπων λαβόντες, ἀτρώτως τοῖς τυράννοις, οἱ Ἀθληταὶ
ἐπεβόων, τὸν Θεὸν τοῦ παντός, τὸν ποιήσαντα ἡμᾶς οὐκ ἀρνούμεθα. Αὐτὸν
προσκυνοῦμεν, πιστῶς εἰς τοὺς αἰῶνας.
Ὄρθρος φαεινὸς ἀνεσπέρου ἡμέρας, χορεία τῶν Μαρτύρων, ἡ δεκαυγὴς ἀνατέλλει,
τῶν πιστῶν τὰς ψυχάς, καταυγάζουσα φωτὶ τῷ τῆς πίστεως, Χριστὸν δαδουχοῦσα,
λαμπρῶς τῇ γῇ ἁπάσῃ.
Θεοτοκίον.
Λόγον τοῦ Πατρὸς ἐν γαστρί Σου ἐδέξω. τοῦ Πνεύματος Παρθένε, τοῦ παντουργοῦ
ἐπελεύσει, καὶ χωρίον Σεμνή, καὶ παλάτιον λαμπρὸν ἀναδέδειξαι. Θεοῦ Ὃν δυσώσει,
λιταῖς ταῖς Μητρικαῖς Σοῦ.
ᾨδὴ θ΄. Ὁ Εἱρμός. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ.
Στίχος: Μεγάλυνον ψυχή μου, τὴν σεπτὴν δεκάδα, τῶν Χριστοῦ
Μαρτύρων, Μεγάρων μέγα κλέος.
Ἰάκωβε, θεῖε, καὶ φωτοφόρε Σεραφείμ· θεηγόροι ὁπλῖται, καὶ κλεινὲ Δωρόθεε.
Ἄνθη σεπτά, Ἐκκλησίας Χριστοῦ Χάριν ἡμῖν, θείων δωρημάτων, ἀδιαλείπτως
κομίσασθε.
Στίχος: Μεγάλυνον ψυχή μου, τοὺς στεῤῥοὺς ὁπλῖτας, τοὺς
κεκοσμηκότας, Χριστοῦ τὴν Ἐκκλησίαν.
Σαράντη, στεῤῥόφρον, ἀδάμας τῆς ὑπομονῆς· ὁ νικήσας γενναίως, τῶν τυράννων
φάλαγγας. Κλέος λαμπρόν, τῶν συνάθλων Χριστοῦ σθένος ἡμῖν, πέμψον οὐρανόθεν, ἐν
τοῖς ἐνθέοις παλαίσμασιν.
Στίχος: Μεγάλυνον ψυχή μου τοὺς σεπτοὺς συνάθλους, τοῦ κληρωσαμένους τὴν ἄνω
Βασιλείαν.
Θεράποντες, θεῖοι, τοῦ Βασιλέως στρατηγοί· ὦ Δημήτριε μάκαρ, καὶ κλεινὲ
Βασίλειε. Δότε ἡμῖν, εὐπροσδέκτοις εὐχαῖς· στέφος λαβεῖν, θείας Βασιλείας, ἐν
τῇ ἀγήρῳ λαμπρότητι.
Στίχος: Μεγάλυνον ψυχή μου, Μαρτύρων τὴν δεκάδα, τὴν
φωταγωγούσαν, Μεγάρων τὴν Λυχνίαν.
Ὑψίστου, οἱ λύχνοι. Πολύευκτε Ἀδριανέ· ἱερώτατε Πλάτων, καὶ σεπτὲ Γεώργιε.
Φῶς τὸ γλυκύ, δαδουχοῦντες ἀεί· χεῖρας ὁμοῦ, ἄρατε τῷ θρόνῳ, τῆς Ἀρχιφώτου
Θεότητος.
Στίχος: Μεγάλυνον ψυχή μου, τὴν κλεινὴν δεκάδα, τὴν ἀεὶ
φρουροῦσαν, τὴν πόλιν τῶν Μεγάρων.
Εὐφραίνου, ἀγάλλου, πόλις Μεγάρων ἡ λαμπρά· σὲ φρουροῦσιν ἀπαύστως, ὡσεὶ
τεῖχος ἄῤῥηκτον. Θεία δεκάς, τῶν Μαρτύρων Χριστοῦ οὓς οἱ πιστοί, ὕμνοις
ἐγκωμίων, χρεωστικῶς εὐφημήσωμεν.
Δόξα. Τριαδικόν.
Στίχος: Μεγάλυνον ψυχή μου τῆς τρισυπόστατου, καὶ ἀδιαιρέτου
Θεότητος τὸ κράτος.
Ἰσόῤῥοπον, κράτος, τῆς Μοναρχίας τῆς σεπτῆς· ὁ Πατὴρ ὁ Υἱός τε, σὺν τῷ θείῳ
Πνεύματι. Πάντα κρατῶν, τῇ ἀχράντῳ χειρί· φῶς τριλαμπές, πάντων ταῖς καρδίαις,
λιταῖς Μαρτύρων Σου δώρησαι.
Καὶ νῦν. Θεοτοκίον.
Στίχος: Μεγάλυνον ψυχή μου τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν
ἄνω στρατευμάτων.
Ἱκέτιδας, χεῖρας, ἀνάγαγε τῷ Σῶ Υἱῷ, Θεοτόκε Παρθένε, Μητρικῶς πρεσβεύουσα.
Σθένος ἀεί, τοῦ διδόναι ἡμῖν λύσιν χρεῶν, χάριν καὶ εἰρήνην, καὶ τοῦ ἐλέους τὴν
ἄβυσσον.
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῶν Μαρτύρων δεκάδα, δεῦτε πάντες ὑμνήσωμεν, ἅμα Δωροθέῳ τῷ θείῳ, Σεραφεὶμ
καὶ Ἰάκωβον Δημήτριον, Βασίλειον κλεινόν, Πολύευκτον καὶ Πλάτωνα ὁμοῦ· σὺν
Σαράντῃ, Γεωργίῳ τε τῷ στεῤῥῶ, Ἀδριανὸν κραυγάζοντες· Χαίρετε Μάρτυρες Χριστοῦ,
Χαίρετε πύργοι ἄσειστοι, πόλιν Μεγάρων ἀσφαλῶς, εὐχαῖς Ὑμῶν τειχίσατε.
Δίστιχον.
Ὡς εὔοσμον θυμίαμα καρδίας
εὐγνωμόνου,
Μάρτυρες θεῖοι δέξασθε τὸ ταπεινόν
μου Χαίρειν.
ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΛΟΓΟΣ
«Ἐγκωμιαζομένου δικαίου εὐφρανθήσονται λαοί», μελωδεῖ ὁ κάλαμος τοῦ σοφοῦ
Σολομῶντος εἰς τὰς παροιμίας αὐτοῦ. Καὶ ἐγκωμιαζομένων Μαρτύρων εὐφρανθήσονται
πιστοί· ἐξερεύγεται ἡ ἀγαθὴ καρδία τῶν φιλοχρίστων, τῶν ἀπ᾿ αἰῶνος τὸν Θεὸν
λατρευσάντων.
Εὐφραίνεται λοιπὸν δικαίως ἡ νύμφη τοῦ Χριστοῦ ἡ Βασίλισσα Ἐκκλησία,
ἐγκωμιάζουσα τοὺς Ἁγίους Μάρτυρας, τοὺς φίλους καὶ στρατιώτας τοῦ ἐπουρανίου
Βασιλέως, οἱ ὁποῖοι ἀνδρείως καὶ εὐθαρσῶς ἀντέστησαν εἰς τὰ δόγματα τῶν
τυράννων, μὴ πτοηθέντες ἀπειλὰς καὶ βασάνους, μηδὲ δειλιάσαντες τῆς σαρκὸς
αἰκισμοὺς καὶ θάνατον, τὴν πίστιν τοῦ Χριστοῦ ὁμολογοῦντες.
Πολλῷ δὲ τῷ πόθῳ πάσχοντες, ἔχαιρον μιμούμενοι τὸν ἐπὶ Σταυροῦ δι’ ἡμᾶς
παθόντα. Αὐτὸν στέργοντες, Αὐτὸν ἀκολουθοῦντες, Αὐτὸν κηρύττοντες Θεὸν ἀληθινὸν
καὶ ἀθάνατον.
Τιμῶντες καὶ ἡμεῖς σήμερον τοὺς Ἁγίους τούτους Μάρτυρας, κοινωνοῦμεν τῆς
δόξης τῶν, μετέχομεν τῆς εὐφροσύνης αὐτῶν, μεριζόμεθα τὴν ἀγαλλίασιν καὶ Χάριν,
ὡς συνδαιτυμόνες τραπέζης πνευματικῆς.
Σήμερον ἡ ἐκκλησία τοῦ Χριστοῦ καυχᾶται χαίρουσα καὶ τιμῶσα ἀγλαὼς τοῦ Ἁγίους
δέκα Μάρτυρας, τοὺς ἐν τῇ πόλει ταύτῃ τῶν Μεγάρων τελειωθέντας. Ἐνδεδυμένη τὴν
στολὴν τῆς δόξης τὴν πορφυρότευκτον καὶ ἐστεμμένη τὸ διάδημα τοῦ κάλλους καὶ
τὸν στέφανον τὸν μαρτυρόπλοκον, ἐξαστράπτουσα τῇ δόξῃ τῇ ἀπροσίτῳ, συγκαλεῖ
πάντας ἡμᾶς συνεορτάσαι καὶ μυστικῶς συνευφρανθῆναι.
Καὶ ὡς ἄλλον πλοῦτον, πολυέραστον καὶ θησαυρὸν Βασιλικόν, προβάλλει ἡμῖν
εἰς προσκύνησιν τῶν Ἁγίων Μαρτύρων τὰ τίμια καὶ πανευώδη Λείψανα, τὰ χρυσίου
καὶ ἀργυρίου ἀκριβέστερα καὶ ἀσυγκρίτως λαμπρότερα καὶ ποθεινότερα. Σήμερον φῶς
ἡμῖν ἐπέλαμψαν τοῦ ἡλίου τοῦ αἰσθητοῦ τηλαυγέστερον, οἱ Ἅγιοι οὗτοι δέκα
Μάρτυρες, ὡς ἀστέρες καταυγάζοντες τὴν γῆν καὶ τὸν Ἥλιον τῆς Δικαιοσύνης
μαρτυρικῶς διατρανοῦντες. Ἀγάλλεται ἡ πόλις τῶν Μεγάρων, τιμῶσα εὐκλεῶς τὴν
Μαρτυρικὴν δεκάφωτον χορείαν καὶ σεμνυνομένη βοᾷ μεγάλη τῇ φωνῇ χαρμοσύνως
λέγουσα:
Ἐμοὶ πλοῦτος εἷς ἀξιέραστος, ἡ τῶν Μαρτύρων δεκὰς ἐναθλήσασα.
Ἐμοὶ στέφανος εἷς ἀμαράντινος, ἡ τῶν τροπαιούχων δεκὰς ἀριστεύσασα.
Ἐμοὶ κάλλος ἕν ἀπαράμιλλον, ἡ τῶν καλλινίκων δεκὰς ἡ πανέντιμος.
Ἐμοὶ τεῖχος ἕν ἀῤῥαγέστατον, ἡ τῶν ἀηττήτων δεκὰς προασπίζουσα.
Ἐμοὶ χλαῖνα λαμπρά, θεοδόξαστος, ἡ τῶν θεοτιμήτων ἀνδρῶν δεκάς, ταύτην
πορφυρώσασα.
Ἐμοὶ διάδημα ἐν δεκαστόλιστον, ἡ τῶν στεφηφόρων δεκὰς χρυσαυγίζουσα.
Ἐμοὶ λύχνος ἀειλαμπὴς καὶ πολύφωτος, ἡ τῶν θεσπεσίων δεκὰς ἀπαστράπτουσα.
Ἐμοὶ φρουρὸς ἀσφαλὴς καὶ ἀκοίμητος, ἡ τῶν ἀπτοήτων δεκὰς διαφυλάττουσα.
Ἐμοὶ βλαστὸς εὐκλεὴς καὶ ἀμάραντος, ἡ τῶν θεοσδότων δεκὰς ἐξανθίζουσα.
Ἐμοὶ λύρα τερπνὴ καὶ ἡδύλαλος, ἡ τῶν ἀηδόνων δεκὰς ᾀσματίζουσα.
Ἐμοὶ κρήνη διαυγὴς καὶ ἀείῤῥύτος, ἡ τῶν θεαρδεύτων δεκὰς ἐπιῤῥέουσα.
Ἐμοὶ πέπλος εὐκλεὴς καὶ ἀμόλυντος, ἡ τῶν θεοφρόνων δεκὰς ὡραΐζουσα.
Ἐμοὶ χιτὼν τῆς χιόνος λευκότερος, ἡ τῶν θεοποθήτων δεκὰς τοῦτον ἐξυφάνασα.
Ἐμοὶ δρόσος, γλυκεῖα καὶ πάγκαλος, ἡ τῶν θεοῤῥύτων δεκὰς ὀμβροβλυτοῦσα.
Ἐμοὶ τερπνότης καὶ ἥδυσμα, ἡ τῶν χελιδόνων δεκάς, τὸν πικρὸν χειμῶνα τῆς
ἀπιστίας καταπαύουσα καὶ τὸ ἔαρ τῆς πίστεως ἀνατέλλουσα.
Ἐμοὶ κλέος καὶ εὐλογίας πηγὴ ἡ δεκὰς ἡ πάγκαλος, τῆς ἐλπίδος τῆς χρηστῆς τὰ
ῥεῖθρα χαριζομένης, τῆς ἀγάπης τὴν πηγὴν παρεχομένης, τῆς πίστεως τὴν ἰσχὺν
προβαλλομένης.
Ἐμοὶ οὐρανὸς κατάστερος, ἡ τῶν σελασφόρων δεκὰς διαλάμπουσα.
Ἐμοὶ σέμνωμα, ἐμοὶ καύχημα, ἐμοὶ ἀγλάϊσμα καὶ καλλώπισμα, ἐμοὶ ἀσπὶς καὶ
ὀχύρωμα, ἐμοὶ στῦλος καὶ κραταίωμα, ἐμοὶ δόξα καὶ στέφανος, ἐμοὶ λαμπρότης καὶ
τιμὴ καὶ εὔκλεια, τῶν Ἁγίων Μαρτύρων ἡ δεκὰς ἡ ποθεινὴ καὶ θεοστόλιστος.
Τούτοις προσδράμωμεν προθύμως, εὐλογίας νάματα ἀπολαύσοντες, τὴν δίψαν τῶν
ψυχῶν καταπαύοντα. Εὐεμετάδοτοι γὰρ τυγχάνουσι. Τούτοις προσπέσωμεν, ἰαμάτων
δωρεὰς κατ’ ἄμφω ἀπολειψόμενοι. Ψυχῶν γὰρ καὶ σωμάτων τὴν ῥῶσιν πλουσίως καὶ
ἀκενώτως παρέχουσι, ὡς ἰατροὶ ταχινοὶ καὶ ἄμισθοι. Τούτων τὰ ἱερὰ Λείψανα
εὐλαβῶς προσκυνήσωμεν, τοῦ Παρακλήτου τὴν εὐωδίαν ἀποπνέοντα καὶ τῆς ἀκτίστου
Θεότητος τὴν Χάριν ἀποστίλβοντα. Τούτων τοῖς ἱεροῖς τάφοις προσέλθωμεν, ἔνθα
ἐπὶ χρόνοις πλείοσι ὁ θησαυρὸς τῶν Λειψάνων τῶν κατεκρύπτετο, τὴν θείαν αὐτῶν
πρεσβείαν ἐκζητοῦντες. Καὶ γὰρ πλουτοῦσι πρὸς Θεὸν μαρτυρικὴν παῤῥησίαν, τὴν
πατρικὴν Αὐτοῦ εὐσπλαγχνίαν δυναμένην ἐπικάμψαι, τοὺς ἀφάτους Αὐτοῦ οἰκτιρμοὺς
εὐμενῶς ἐπισύραι, τὸ ἄμετρον Αὐτοῦ ἔλεος προσελκῦσαι πλουσίως καὶ ἀκορέστως ἐπὶ
πᾶσιν ἡμῖν.
Τῶν Ἁγίων Μαρτύρων τὴν δεκάδα προσφέρει ἡ Ἐκκλησία τῶν Μεγάρων εἰς τὸν Θεὸν
ὡς θυμίαμα εὐῶδες, ὡς θυσία εὐπρόσδεκτον, ὡς ὁλοκάρπωμα ἱερόν, ὡς δῶρον
ἐθελούσιον, ὡς ἐξίλασμα τίμιον, ὡς κανδήλαν ἀκοίμητον, ὡς λαμπάδα ἄσβεστον, ὡς
ἄνθη ἀμάραντα, ὡς λογικὴ λατρεία καὶ προσφορά. Εἰς πᾶσαν δυσχέρειαν καὶ θλίψιν
τοὺς Ἁγίους δέκα Μάρτυρας ἐπικαλεῖται κάθε πιστὸς Μεγαρεύς, ἐμπιστευόμενος
ἀπόλυτα εἰς τὴν εὔνοιαν αὐτῶν καὶ προστασίαν. Εἰς πᾶσαν χαρὰν καὶ εὐημερίαν
τοὺς Ἁγίους δέκα Μάρτυρας μετὰ τὸν Θεὸν καὶ τὴν Παναγίαν Μητέρα Τοῦ εὐχαριστεῖ
καὶ δοξάζει. Διηγούμενος τοὺς θησαυροὺς τῶν Μεγάρων καὶ ἀπαριθμῶντας τὰ
μεγαλεία τῆς πόλεως τοῦ κάθε Μεγαρεύς, ἀπὸ τοὺς Ἁγίους δέκα Μάρτυρας τὴν ἀρχὴν
ποιεῖται. Δι᾿ αὐτοὺς καυχᾶται, δι᾿ αὐτῶν σεμνύνεται, δι᾿ αὐτῶν μεγαλύνεται ἡ
τῶν Μεγαρέων περίδοξος καὶ ἱστορικὴ πόλις.
Καὶ συντρέχουσιν ἅπαντες οἱ Μεγαρεῖς, ἵνα τιμήσουν ἐκ πόθου τὰς ἡμέρας τῆς
ἱερᾶς αὐτῶν μνήμης, τὸ περίσσευμα τῆς εὐλαβοῦς καρδίας των δηλοποιοῦντες.
Ἑόρτιον χαρὰν καὶ εὐφροσύνην γεύεται ἡ καρδία πάντων τῶν Μεγαρέων τὴν 16ην
Αὐγούστου καὶ τὴν 1ην Φεβρουαρίου ἑκάστου ἔτους.
Εἶναι ὑπόθεσις κοινῆς χαρᾶς, εἶναι προσωπικὴ ἑορτὴ ἑκάστου Μεγαρέως, αἱ
ἡμέραι αὖται τοῦ ἐορτασμοῦ τῶν Ἁγίων Μαρτύρων, τιμῆς καὶ δόξης πλήρεις.
Ἀλλὰ καὶ καθ᾿ ἑκάστην δὲν παύει νὰ τοὺς ἐπικαλεῖται ἐπισκεπτόμενος συχνάκις
τοὺς ἱεροὺς Ναούς των, αἰσθανόμενος ἐκεῖ τὴν παρουσίαν τῶν Ἁγίων Μαρτύρων καὶ
τὴν συμπαθῆ εὔνοιά των, διηγούμενος τὰ θαυμάσια τῶν καὶ διαλογιζόμενος ὅτι εἰς
τὸν τόπον τοῦτον ποῦ σήμερον ἱστάμεθα καὶ προσκυνοῦμεν, ἔστησαν οἱ πόδες τῶν
Ἁγίων Μαρτύρων, Θεὸν ὁμολογοῦντες, τὰς βασάνους ὑποστάντες καὶ τὸν τόπον
ἁγιάσαντες τῶν τιμίων αἱμάτων τοῖς ῥείθροις, πηγὴν δωρεῶν τοῦτον ἀναδείξαντες
εἰς τοὺς αἰῶνας. Καὶ εἰς τὸ ἄκουσμα μόνον τῆς κλήσεως Ἅγιοι δέκα Μάρτυρες·
κτυποῦν αἱ καρδίαι τῶν Μεγαρέων, εἰς ἦχον οὐράνιον, τῶν κωδώνων εὐηχέστερον,
δοξάζουσαι τὸν Ἅγιον Θεόν, τὸν δωρησάμενον ἡμῖν τοὺς Ἁγίους δέκα Μάρτυρας ὡς
ὄλβον πανυπέρτιμον, ὡς ἐγκαλώπισμα τίμιον, ὡς κλέος ἀμάραντον, ὡς τεῖχος ὀχυρὸν
καὶ ἀπόρθητον. Τούτοις προσπίπτοντες καὶ νῦν βοήσωμεν ἀπὸ καρδίας λέγοντες·
Δεκὰς Μαρτύρων εὐκλεὴς καὶ θεοδόξαστε, τῷ Θρόνῳ τῆς Τριάδος τῆς σεπτῆς
παρισταμένη, ἱκέτευσον ὑπὲρ ἡμῶν ἀπαύστως τὸν Φιλάνθρωπον, εἰρήνην δωρηθῆναι ἐν
τοῖς ἔθνεσιν καὶ βίου τὴν διόρθωσιν ἡμῖν πᾶσιν τοῖς δὲ τιμῶσιν τὴν Ὑμῶν τιμίαν
ἄθλησιν, ἐλέους θησαυρὸν καὶ Χάριν τὴν ἀδάπανον πλουτήσασθαι καὶ ἄφεσιν
πταισμάτων δωρηθῆναι. Ἐν ὥρᾳ δὲ τῇ φοβερᾷ παράστητε, ὅτε Θεὸς καθέζηται ἐπὶ
θρόνου, ζυγῷ δικαιοτάτῳ τοὺς πάντας κρίναι. Μερίδος δεξιᾶς ἡμᾶς τύχεῖν τοῖς
θείαις Ὑμῶν πρεσβείαις ἀξιώσατε, τοῦ προσκυνεῖν τὴν θείαν Μεγαλωσύνην, ὑμνεῖν
δὲ καὶ δοξάζειν τὴν Τρισάγιον Θεότητα, Πατέρα καὶ Υἱόν τε καὶ θεῖον Πνεῦμα, ἡ
πρέπει πᾶσα δόξα καὶ μεγαλοπρέπεια εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.
ΣΤΙΧΟI ΑΚΡΟΤΕΛΕΥΤΙΟΙ·
Μαρτύρων αἶνος ὁ παρών,πέρας τὸ νῦν
λαμβάνει,
Θεοῦ τοῦ χορηγήσαντος, τὸ μέγα Αὐτοῦ
σθένος.
Δέχθητε τοῦτον Ἅγιοι, Χάριν
ἀντιδιδόντες,
ὃν ταπεινῶς ἐχάραξε, κάλαμος
Ἰσιδώρας.
Ἐν Μοναζούσαις εὐτελοῦς, ἐν δὲ πιστοῖς
ἐσχάτης,
ἐξαιτουμένης τὴν Ὑμῶν, πανευπρεπῆ
πρεσβείαν.
Κυρίῳ τοῦτον ἄγοντες, πολλῇ σὺν
παῤῥησίᾳ,
πταισμάτων δότε ἱλασμόν, καὶ τρόπους
μετανοίας.
Τὴν δὲ Μονὴν ἐν ἧ ἀθλῷ, κλεινοῦ
Ἱεροθέου,
ταῖς Ὑμῶν τειχίσατε, εὐχαῖς τε καί
δεήσεις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου