Εγκώμια, ΕΥΛΟΓΗΤΑΡΙΑ Αγίου Ιωάννου Ρώσσου
ΕΓΚΩΜΙΑ
(Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης)
ΣΤΑΣΙΣ Α . Ήχος πλ. α . Η ζωή εν τάφω.
Ακροστιχίς: Χαίροις Ρώσσων το καύχημα.
Ακροστιχίς: Χαίροις Ρώσσων το καύχημα.
Χαρισμάτων θείων, ὡς ὑπάρχων κρουνούς, θείαν χάριν οὐρανόθεν παρασχου μοί,
Ἰωάννη Ρώσσων πάντιμε βλαστέ.
Ἀριστεύσας μάκαρ, ἐν ἀγῶσι καλοῖς, Ἰωάννη ἀριστεύειν ἀξίωσον, καὶ ἡμᾶς ἐν
θείοις σκάμμασιν ἀεί.
Ἱλαρὰ καρδία, τῷ Δεσπότη Χριστῷ, Ἰωάννη ἐφεπόμενος εἴληφας, θείου Πνεύματος
ἀφθάρτους δωρεᾶς.
Ρώσσων ἔθνος ἅπαν, ἐγκαυχᾶται ἐν σοῖ, ἐκ γὰρ τούτων ὡς ἀστὴρ ἀνατέταλκας,
Ἰωάννη καταυγάζων πάσαν γῆν.
Οὐρανῶν δυνάμεις, καὶ χορεῖαι βροτῶν, πολιτείαν σου τὴν θείαν γεραίρουσιν,
Ἰωάννη Ἐκκλησίας θησαυρέ.
Ἰσταμένω οἴκω, Ἰωάννη Θεοῦ, τῆς ψυχῆς σου τὴν λαμπάδα ἐτήρησας, ἀνημμένην ἐν
ἐλαίω ἀρετῶν.
Στρατευθεῖς παμμάκαρ, ἐπιγείω στρατῶ, ἐκ Ρωσσίας ὡς αἰχμάλωτος ἔφθασας, ἐν
Ἀσία Ἰωάννη τὴ Μικρά.
Ρήσεσιν ἐνθέοις, Ἰωάννην Χριστόν, ὠμολόγεις τοῦ αὐθέντου σου ἔμπροσθεν, τὸν
κρατοῦντα πὰσν κτίσιν τὴ χειρί.
Ὠραΐσας Πάτερ, σὴν ψυχὴν ἀρεταῖς, Ἰωάννη Ἐκκλησίαν ἐφαίδρυνας, ταῖς
ἀφθάρτοις καὶ τιμίαις καλλοναῖς.
Σφραγισθεῖς τῷ τύπω, τοῦ Τιμίου Σταυροῦ, Ἰωάννη τὸν πολέμιον ἤσχυνας, ὡς
στρουθίον ὑποτάξας σοῖς ποσίν.
Ὡς ναὸν τὸν σταῦλον, ἐνεποίεις Θεοῦ, καὶ ἐν τούτω Ἰωάννη ἀνέμελπες, τὴν
χρηστότητα Αὐτοῦ διηνεκῶς.
Νυσταγμὸν βλεφάροις, οὐκ ἐδίδως τοῖς σοῖς, ἕως οὐ τὸν Παντεπόπτην ἰλέωσας,
Ἰωάννη Ὂν ἐπόθεις ἐκ παιδός.
Τὰς πικρίας πάσας, διελθῶν ἐν χαρά, εὐφροσύνης τῆς ἀρρήτου ἠξίωσαι, Ἰωάννη
σὺν Ὁσίων τοῖς χοροῖς.
Ὄλβον ἐλογίζου, πάσαν χλεύην σκληρᾶν, διο πλοῦτον τὸν πολύτιμον εὔρηκας,
Ἰωάννη ἐν ταμείοις τ’ οὐρανοῦ.
Κρίμασιν οἶς οἶδεν, Ἰωάννη Χριστός, τῆς δουλείας τὸν ζυγὸν καθυπέμεινας,
ἐλευθέραν δὲ ἐκέκτησο ψυχήν.
Ἄνωθεν τὸ ὄμμα, ἀνατείνων Θεῶ, Ἰωάννη τοῖς Ἀγγέλοις συνόμιλος, σὺ ἐγένου καὶ
ἐδόξαζες Αὐτόν.
Ὑετῶ τῶν θείων, καὶ σεπτῶν σου εὐχῶν, καταρδεύεις Ἰωάννη πανεύφημε, τὰς
καρδίας τῶν τιμώντων σὲ πιστῶς.
Χείρας ἐκπετάσας, Ἰωάννη Θεῶ, τοῦ ἐλέους δωρεᾶς ἐναπείληφας, διανέμεις ὅθεν
ταύτας τοῖς πιστοῖς.
Ἡ φαιδρά σου μνήμη, συγκαλεῖ τῶν πιστῶν, τὰς χορείας Ἰωάννη ἀοίδιμε,
ἀνυμνεῖν τὸν σὲ δοξάσαντα Αὐτόν.
Δόξα. Τριαδικόν.
Μίαν προσκυνοῦμεν, ἐν προσώποις τρισί, τὴν Θεότητα: Πατέρα τὸν Ἄναρχον, σὺν
Υἱῶ τὲ Πνεῦμα Ἅγιον πιστῶς.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειράνδρως μόνη, τὸν Θεὸν ἐν σαρκί, ἀπεκύησας Μαρία Πανάχραντε, καὶ
ἐβάστασας χερσί σου Μητρικαῖς.
ΣΤΑΣΙΣ Β .
Ἀκροστιχίς: Τῆς Ἑλλάδος πλοῦτε ἀδιάφθορε.
Πρὸς τὸ Ἄξιόν ἐστι.
Τάξεις λειτουργῶν, Ἀσωμάτων καθορῶσαι Πάτερ, τρόπαια τὰ σὰ ἐν θάμβει
ἐξέστησαν, Ἰωάννη ἃ ἐπέγραψας ἐν γῆ.
Ἥλιον Χριστόν, τὸν ἀνέσπερον πάσι μηνύεις, σοὺ τοῖς θαυμαστοῖς καὶ θείοις
πυρσεύμασιν, Ἰωάννη τῆς Ρωσσίας ὁ φωστήρ.
Σὲ ὁμολογῶ, τὸν οἰκτίρμονα Θεὸν τῶν ὅλων, καὶ τῶν δυσμενῶν ἀρνοῦμαι τὸ
ἄθεον, Ἰωάννη ἀνεβόας εὐθαρσώς.
Ἔδωκας ἡμῖν, ταπεινώσεως τελείας τύπον, ὅτι θαυμαστῶς τὰς θλίψεις ὑπέμεινας,
Ἰωάννη δυναμοῦντος σὲ Χριστοῦ.
Λάμπεις τηλαυγῶς, τῶν θαυμάτων σου φαιδραῖς ἀκτίσι, καὶ τῶν πειρασμῶν
σκεδάζεις σκοτόμαιναν, Ἰωάννη ὑπηρέτα τοῦ Φωτός.
Λύμην τοῦ ἐχθροῦ, ἀπεβάλου καρτεροίς σου πόνοις, καὶ τὰς ἐντολᾶς Κυρίου σου
ἔστερξας, Ἰωάννη οἴα δοῦλος ἀγαθός.
Αὔρα ὡς λεπτή, ἐκ σοροῦ σου τῆς ἁγίας πνέει, Πάτερ ἡ ὀσμὴ χαρίτων τοῦ
Πνεύματος, Ἰωάννη κατατέρπουσα ἡμᾶς.
Δάκρυσι τὴν γῆν, καταρδεύσας Ἰωάννη θείοις, ἤνεγκας καρπὸν πολυχουν καὶ
παντιμον, τῆς στερρᾶς ὁμολογίας τοῦ Χριστοῦ.
Ὅπλον ἱερόν, τὴν νηστείαν κεκτημένος Πάτερ, θέλημα σαρκὸς τελείως ἐνέκρωσας,
Ἰωάννη καὶ ἐζώωσας ψυχήν.
Σκίρτα ἱερῶς, καὶ ἀγάλλου τῆς Εὐβοίας γαία, ὅτι θησαυρὸν ἀτίμητον ἔσχηκας,
Ἰωάννου θαυματόβρυτον σορόν.
Πέτρα τῆς ζωῆς, Ἰωάννη ὡς ἐρείσας πόδας, λύπαις καὶ ποιναῖς ἀσάλευτος
ἔμεινας, τῶν πιστῶν ἐπιστηρίζεις δὲ ψυχᾶς.
Λάρνακα τὴν σήν, κατασπάζομαι ὢ Ἰωάννη, θείου γλυκασμοῦ ἐκβλύζουσαν νάματα,
καὶ μηνύουσαν τὴν μόνην χαρμονήν.
Ὄμμασι ψυχῆς, τὸ ἀμήχανον ἐώρας κάλλος, ὅθεν ἠδονᾶς προσκαίρους ἐμίσησας,
Ἰωάννη τοῦ Κυρίου ἐραστά.
Ὕδωρ τῆς ζωῆς, Ἰωάννη τὸ καινὸν τὲ πόμα, χείλεσιν ἁγνοῖς ἀξίως ἐξέπιες, καὶ
κατέσβεσας τὴν δίψαν σὴς ψυχῆς.
Τέτρωται ἐχθρός, Ἰωάννη ταῖς πληγαῖς σαρκός σου, καὶ σὴς προσευχῆς ροπὴ τὰ
νοσήματα, θεραπεύεις τῶν σωμάτων καὶ ψυχῶν.
Ἔστειλας τροφήν, τῷ αὐθέντη σου μακρὰν ἐστώτι, τὴν πρὸς τὸν Θεὸν πολλὴν
παρρησίαν σου, Ἰωάννη προδηλοῦσαν ἐμφανῶς.
Ἄνακτα Χριστόν, τὸν συντρίψαντα θανάτου κράτος, πάσι τὲ βροτοῖς ζωὴν δωρησάμενον,
Ἰωάννη διαγγέλεις τοῖς λαοῖς.
Δράκοντα δεινόν, ἐναπέκτεινας ὢ Ἰωάννη, τὸν ἐκ τῆς Ἐδὲμ Ἀδὰμ ἐξωρίσαντα,
ζωηφόρους δὲ κατώκησας αὐλᾶς.
Ἵππων ἐν σμικρῶ, σκοτεινῶ τὲ κατοικήσας σταύλω, τοῦτον ὡς φωτὸς ἐποίησας
θάλαμον, Ἰωάννη σαῖς ἀπαύστοις προσευχαῖς.
Ἄχραντα Θεοῦ, καὶ ἀμώμητα ζητήσας Δῶρα, μήλω ἐν μικρῶ μετέσχες πρὸ τέλους
σου, Ἰωάννη ἱερέως ταῖς χερσίν.
Φόβον τὸν ἁγνόν, ἐν γαστρί σου συλλαβῶν καρδίας, ἔτεκες Θεοῦ τὸ φίλτρον τὸ
ἅγιον, Ἰωάννη ὡς υἱὸς ἀγαπητός.
Θάρσει ἱερῶ, ὠμολόγεις τῷ Θεῶ τῶν ὅλων, Ὂν καὶ νῦν ἡμῖν εὐίλατον ποίησον,
Ἰωάννη παρρησία σου πολλή.
Ὅλη σου ψυχή, Ἰωάννη τὸν Θεὸν ποθήσας, ἔλαβες καλῶς μυρίων ἀπόλαυσιν,
καθορῶν Αὐτοῦ τὸ φῶς τὸ τριλαμπές.
Δόξα. Τριαδικόν.
Ρήματι τῷ Σῶ, ἐκ μὴ ὄντων συνεστήσω πάντα, Ἄναρχε Τριὰς Πατὴρ ὁ ἀγέννητος, ὁ
Υἱὸς τὲ καὶ τὸ Πνεῦμα τὸ εὐθές.
Καὶ νῦν. Θεοτοκίον.
Ἔτεκες σαρκί, ἀπειράνδρως τὸν Θεὸν Μαρία, γάλακτι τῷ Σῶ Ἁγνὴ δὲ ἐξέθρεψας,
τὸν τῷ μάννα διαθρέψαντα λαόν.
ΣΤΑΣΙΣ Γ .
Ἀκροστιχίς:
Ἰωάννη νέε Ὁμολογητὰ. Ἰσιδώρας.
Ἦχος γ’ . Πρός τό αἱ γενεαί πάσαι.
Ἴλαθι Οἰκτίρμον, πρεσβείαις Ἰωάννου, τοῦ Ὁμολογητοῦ Σου.
Ὥραν Ἰωάννη, νεότητος παρεῖδες, Θεῶ ἀκολουθήσας.
Ἀνακτι τῶν ὅλων, πειθήσας Ἰωάννη, τερπνά της γὴς ἠρνήσω.
Ναίων Ἰωάννη, ἐν τῷ ναῶ Κυρίου, τὴν χάριν ἐκομίζου.
Νεύσει ὁλοτρόπω, τὰς ἐντολᾶς τὰς θείας, ἐτήρεις Ἰωάννη.
Ἥλιος καθάπερ, ἐκλάμπεις Ἰωάννη, φωτώνυμε ἐργάτα.
Νύκταν καὶ ἡμέραν, Θεὸν ἐδοξολόγεις, παμμάκαρ Ἰωάννη.
Ἔσχες Ἰωάννη, ψυχή σου ἐν ἁγία, ἁγνὸν Κυρίου φόβον.
Ἔλεγες εὐτόλμως, Θεὸν τὸν ἐν Τριάδι, πιστεύων Ἰωάννη.
Ὄμμασι καρδίας, Σταυρὸν Χριστοῦ τὸ θεῖον, ἐώρας Ἰωάννη.
Μέλεσι σαρκός σου, ἐδέχθης Ἰωάννη, παντοδαπᾶς κακώσεις.
Ὄψις σου ἡ θεία, σιδήρω πυρωθέντι, ἐστέφθη Ἰωάννη.
Λύμην τῆς κακίας, ἀπώσω Ἰωάννη, ἀγαθωσύνης τρόποις.
Ὄλβιον νῦν σκῆνος, τοῦ Ρώσσου Ἰωάννου, ἀσπάζομαι ἐκ πόθου.
Γῆ ἡ τῆς Εὐβοίας, τὴ λάρνακί σου μάκαρ, καυχᾶται Ἰωάννη.
Ἥρας ἀφθαρσίας, τὸ στέφος Ἰωάννη, χειρὸς ἐκ ζωηφόρου.
Τρόπαιά σου θεία, ἀπαύστως μεγαλύνω, θεοφρον Ἰωάννη.
Ἄγγελος καθάπερ, σαρκὶ ἐπολιτεύσω, ἐν γῆ ὢ Ἰωάννη.
Ἴδον Ἰωάννη, φωτὸς πυρίνην στήλην, τῷ τάφω σου τῷ θείω.
Σὰρξ ἡ ἄφθορός σου, φλεχθεῖσα οὐκ ἐκάη, χαρίες Ἰωάννη.
Ἴαμα καὶ χάριν, ἐκβλύζεις Ἰωάννη, ποτάμιον ὡς ρεῖθρον.
Δέχου Ἐλεῆμον, ἀεὶ Σὲ δυσωπούντα, τὸν Ρῶσον Ἰωάννην.
Ὡς χρυσὸν πλουτοῦμεν, σορόν σου Ἰωάννη, καὶ εὐωδίας κρήνην.
Ράνον Ἰωάννη, τῶν σῶν εὐχῶν τῷ ὄμβρω, τὴν χάριν σοῖς ἰκέταις.
Δόξα. Τριαδικόν.
Ἄναρχον Πατέρα, συνάναρχον Υἱὸν τέ, καὶ Πνεῦμα σέβω θεῖον.
Καὶ νῦν. Θεοτοκίον.
Σύσκιον Σὲ ὅρος, δασὺ τὲ Θεοτόκε, προφήτης Σὲ ἐκάλει.
ΕΥΛΟΓΗΤΑΡΙΑ. Ήχος πλ. α’ .
Εὐλογητὸς
εἰ Κύριε, δίδαξον μέ, τὸν Ὅσιόν Σου μέλψαι.
Τὴν ἁγίαν σου μνήμην, μετὰ δέους τιμῶσιν, Ἰωάννη παμμάκαρ, αἰτῶν Ρώσσων
πατριαί, καὶ Ἑλλήνων τὸ γένος, τρόπαια λαμπρὰ τῶν σεπτῶν ἀγώνων σου, μετὰ δέους
ἅμα ἐγκωμιάζοντες.
Εὐλογητὸς
εἰ Κύριε, δίδαξον μέ, τὸν Ὅσιόν Σου μέλψαι.
Ὡς αἰχμάλωτος ἤχθης, ἀδουλώτω ψυχή σου, ἱερὲ Ἰωάννη, ἐκ Ρωσσίας τῆς κλεινῆς,
εἰς τὴν γῆν τῆς Ἀσίας, ἦνπερ θαυμαστῶς δαδουχίαις ἄθλων σου, ὡς λαμπὰς Κυρίου
ἐφωταγώγησας.
Εὐλογητὸς
εἰ Κύριε, δίδαξον μέ, τὸν Ὅσιόν Σου μέλψαι.
Ἐν τῷ στάβλω διῆλθες, ὑπομένων τὰς θλίψεις, καρτερῶς Ἰωάννη, τὰς νηστείας
τὰς μακρᾶς, προσευχᾶς τὰς ἀγρύπνους, ὕβρεις τὲ πικρᾶς καὶ σαρκός σου κάκωσιν,
τὴν ψυχήν σου θείως ὅθεν ἐλάμπρυνας.
Εὐλογητὸς
εἰ Κύριε, δόξη στέψας τὸν Ὁμολογητήν Σου.
Τῆς ἀφθόρου σαρκός σου, τὸ πανίερον σκῆνος, εὐλαβῶς Ἰωάννη, προσκυνοῦμεν οἱ
πιστοί, ἐξ αὐτῆς ἀπαντλοῦντες, ρῶσιν τῶν ψυχῶν καὶ σωμάτων ἴασιν, ὡς θαυμάτων
κρήνη ἡ ἀδαπάνητος.
Εὐλογητὸς
εἰ Κύριε, μεγαλύνας τὸν Ὁμολογητήν Σου.
Μεγαλόνησος χαίρει, ἐπὶ σοῖ καὶ καυχᾶται, τῆς Εὐβοίας ἀξίως, ὡσεὶ πλοῦτος
γάρ, αὐτὴ Ἰωάννη ἐδόθης, πάντας εὐλογῶν τοὺς εἰς σὲ προστρέχοντας, θησαυρίζων
χάριν τὴν πολυχεύμονα.
Δόξα. Τριαδικόν.
Σὺν Πατρὶ προσκυνοῦμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ὁμοδύναμον κράτος, τὴν
Τριάδα τὴν ἁπλήν, καὶ ἀμέριστον φύσιν, σὺν ταῖς στρατιαῖς τῶν Ἀγγέλων
ψάλλοντες, ὁμοφώνως πάντες ὕμνον Τρισάγιον.
Καὶ νῦν. Θεοτοκίον.
Παρθενίας Σου κλεῖθρα, ἀσφαλῆ ἐπαφῆκε, ὁ Δεσπότης τῶν ὅλων, ἐν τὴ μήτρα Σου
Ἁγνή, κατοικήσας ἀφράστως, καὶ σωματωθεῖς ὑπὲρ νοῦν καὶ ἔννοιαν, Θεοτόκον μόνην
σὲ ἀπειργάσατο.
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοὶ ὁ Θεὸς (γ
).
ΕΓΚΩΜΙΑ ΕΤΕΡΑ.
Ἀκροστιχὶς: Σκῆνός σου τὸ
ἄφθαρτον σέβω Ἰωάννη. Ἰσιδώρας.
Πρὸς τὸ Ἦχος γ . Ἀκατάληπτόν ἐστι.
Σελασφόροις σου εὐχαῖς, θεῖε Ὁμολογητά, Ἰωάννη τὸ βαθύ, σκότος λύσόν μου
ψυχῆς.
Κράτυνόν μου τὴν φωνήν, Ἰωάννη τοῦ ὑμνεῖν, ἀριστείας σου πολλᾶς, θεῖε
Ὁμολογητά.
Ἠδυνθεῖς ταῖς καλλοναῖς, τοῦ Δεσπότου σου Χριστοῦ, Ἰωάννη τὰς ἐν γῆ,
ἐβδελύξω καλλονᾶς.
Νέος ὤφθης ὡς ἀστήρ, ἐκ Ρωσσίας τῆς κλεινῆς, Ἀσιάτιδα δὲ γῆν, Ἰωάννη
φρυκτωρεῖς.
Οὐδαμῶς τὴν τοῦ Θεοῦ, καταλείπω στρατειᾶν, τοῖς ἀθέοις εὐθαρσώς, Ἰωάννη
ἐκβοᾶς.
Σάλου ρύου μὲ παθῶν, ἀσαλεύτοις σου εὐχαῖς, Ἰωάννη τῷ Χριστῷ, ὁ ἐρείσας
πόδας σούς.
Σάκκον Πάτερ καὶ σποδόν, ἐνεδύσω ἐπὶ γής, λαμπροτάτην οὒν στολήν, Ἰωάννη
εὖρες νῦν.
Ὅπλον ἔσχες ἰσχυρόν, Ἰωάννη τὴν εὐχήν, δάκρυα ὑπομονήν, καὶ ταπείνωσιν
πολλήν.
Ὕβρεις καὶ μυκτηρισμόν, ἔπιες περιχαρῶς, Ἰωάννη τοῦ Χριστοῦ, πάθος θεῖον
ἐνορῶν.
Τῶν ἀλόγων σκοτεινόν, ἔχων στάβλον ὡς στρωμνήν, Ἰωάννη τοῦ Ἰώβ, ἐμιμήσω
ἀνδρικῶς.
Ὅρους θέμενον ζωῆς, Ἰωάννη καὶ καιρούς, ἐν τῷ βίω σου παντί, ἐνστερνήσω
ἀληθῶς.
Ἄλλος Λάζαρος πτωχός, ἔζης ἐν ὑπομονή, εὐχαρίστω τὲ ψυχή, Ἰωάννη θαυμαστέ.
Φύλαξ θείων ἐντολῶν, καὶ ἐργάτης ὧν πιστός, Ἰωάννη δυσωπεῖς, Νομοδότην
ἐκτενῶς.
Θέλημα τὸ τῆς σαρκός, Ἰωάννη παντελῶς, ὡς νεκρώσας τὴν ζωήν, εὖρες τὴν
ἀληθινήν.
Ἄρτον τὸν ζωοποιόν, ἀγαπήσας τὸν Χριστόν, εἰστιάθης τὴν ψυχήν, Ἰωάννη ἐσαεί.
Ρώσσων γένος σὲ τιμᾶ, καὶ Ἑλλὰς ἐν σοῖ σκιρτᾶ, ὡς πλουτοῦσα θησαυρόν, Ἰωάννη
σὴν σορόν.
Τῶν Ὁσίων στρατιαί, Ὁμολογητῶν χοροί, ἐπαγάλλονται ἐν σοῖ, Ἰωάννη ἱερέ.
Ὄμβροις θείων σου εὐχῶν, καταρδεύεις μυστικῶς, Ἰωάννη τὰς ψυχᾶς, τῶν
φωνούντων σὲ πιστῶς.
Νουνεχῶς ἐμμελετῶν, Ἰωάννη τὰς γραφᾶς, ὤφθης γνώσεως κρατήρ, τῆς σοφίας τὲ
πηγή.
Σκῆνός σου τὸ ἱερόν, Ἰωάννη προσκυνῶ, τὸν Δεσπότην σου ὑμνῶν, τὸν ἀλλότριον
φθορᾶς.
Ἐν ναῶ σου ἱερῶ, ὡς ἐν ἄλλη Σιλωάμ, ρώσις βλύζει τῶν παθῶν, Ἰωάννη δαψιλῶς.
Βαπτιστοῦ τὴν ἱεράν, κλῆσιν μάκαρ ὡς πλουτῶν, Ἰωάννη τὴν ὁδόν, μετανοίας
μαρτυρεῖς.
Ὡς θησαύρισμα σεπτόν, χάριτος τὲ κιβωτός, λάρναξ δέδοται ἡ σή, Ἰωάννη τῆς
πιστοῖς.
Ἴθυνον μὲ πρὸς ζωῆς, Ἰωάννη τὰς ὁδούς, ὁ θανάτου τῆς σαρκός, ἀρνησάμενος
φθοράν.
Ὤφθης βέλος κατ’ ἐχθροῦ, θεῖε Ὁμολογητά, Ἰωάννη τὴ πολλή, ἄκρα τὲ ὑπομονή.
Ἀσκηθεῖς ἐν δουλικῶ, Ἰωάννη τῷ ζυγῶ, ἐλευθέρα σου φωνή, καθωμίλεις τῷ Θεῶ.
Νίκης στέφος τὸ λαμπρόν, σὴ ἐτέθη κορυφή, ἀντὶ πόνων σου μακρῶν, Ἰωάννη
Ἀθλητά.
Νεῦσον Πάτερ συμπαθῶς, παρακλήσεσιν ἡμῶν, Ἰωάννη ὁ Χριστῷ, ἀνανεύων ἀκλινῶς.
Ἥλιον τὸν μυστικόν, καταγγέλεις τοῖς λαοῖς, Ἰωάννη τοῦ φωτός, ὡς ἀκτὶς
θεολαμπῆς.
Ἱλαρά σου τὴ ψυχή, Ἰωάννη ἐντολᾶς, ἐξετέλεις τοῦ Χριστοῦ, οἴα δοῦλος ἀγαθός.
Στίγματα ἐν τὴ σαρκί, μαρτυρίου τοῦ σεπτοῦ, ἐπεβάστασας καλῶς, Ἰωάννη ἱερέ.
Ἴλαθι τοῖς στεναγμοῖς, Ἰωάννη τῶν πιστῶν, ὁ βοήσας τῷ Θεῶ, ἀλαλήτοις
στεναγμοῖς.
Δίψαν παῦσον τῶν ψυχῶν, ὀμβροτόκοις σου εὐχαῖς, Ἰωάννη ὡς πιῶν, τὸν
χειμάρρουν τῆς τρυφῆς.
Ὡραιότητος πηγή, ὡς ἐγγίσας τῷ Χριστῷ, Ἰωάννη καλλονῆς, ὤφθης τύπος θεϊκῆς.
Ρώμην δίδου τοῖς πιστοῖς, τὸν ἐχθρὸν καταπατεῖν, Ἰωάννη ὁ ἐχθρῶ, ρωμαλέως
συμπλακεῖς.
Δόξα. Τριαδικόν.
Ἀγεννήτου ἐκ Πατρός, γεννηθέντα τὸν Υἱόν, διὰ Πνεύματος ἡμῖν, Ἰωάννη
μαρτυρεῖς.
Καὶ νῦν. Θεοτοκίον.
Σαρκοφόρος ὁ Θεός, καθωράθη Μαριάμ, ἐν γαστρί Σου τῆς ἁγνῆς, ἐθεώθη τὲ Ἀδάμ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου