Ἐγκώμια, Εὐλογητάρια
καί Εὐχή μ. ΝΕΣΤΟΡΟΣ.
Ποιήματα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης
Ἐγκώμια ὧν ἡ ἀκροστιχίς: Τὸν τοῦ Δαυΐδ ὁμόαθλον Νέστορα γεραίρω. Ἰσιδώρας.
Ἦχος γ´. Ἀκατάληπτόν ἐστιν,
Ἀκατάληπτόν ἐστι, πῶς Μαρτύρων οἱ χοροί, τοὺς ἀσάρκους δυσμενεῖς, ἐτροποῦντο
ἐν σαρκί.
Τρισυπόστατε Μονάς, καὶ ἀμέριστε Τριάς, αὔγασόν μου νῦν τὸ νοῦν, τῷ φωτί σου
δυσωπῶ.
Οὐρανίῳ Βασιλεῖ, Νέστορ θεῖε στρατευθείς, Βασιλείας Οὐρανῶν, νῦν τρυφᾶς
διηνεκῶς.
Νικηφόρον ὁπλισμόν, τὸν Πανάγιον Σταυρόν, φέρων ἤγειρας στεῤῥέ, νίκης
τρόπαια λαμπρά.
Τῶν τυράννων τὴν ὀφρύν, ὡς συντρίψας παντελῶς, πάθη σύντριψον ἡμῶν,
εὐπροσδέκτοις σου εὐχαῖς.
Οὐρανίων λειτουργῶν, οἱ ἀσώματοι χοροί, ἐπεκρότησαν τὴν σήν, εὐτολμίαν
Ἀθλητά.
Ὕλην πλάνης τῷ πυρί, Πνεύματος τοῦ Παντουργοῦ, ὡς τεφρώσας δροσισμόν, δίδως
Νέστορ τοῖς πιστοῖς.
Δῶρον τῷ ἐπὶ Σταυροῦ, κεντηθέντι τὴν πλευράν, Νέστορ ἤνεγκας σεπτόν, κεφαλήν
σου ἱεράν.
Ἄστρον ὡς λαμπροφανές, Νέστορ ἔφανας ἐν γῇ, Μαρτυρίου ταῖς αὐγαῖς, λύων
σκότος τὸ βαθύ.
Ὑπὸ θείου Ἀθλητοῦ, Δημητρίου θαῤῥυνθεὶς Νέστορ πρὸς τοὺς οἰκισμούς,
ηὐτομόλεις ἀνδρικῶς.
Ἰταμότητα ἐχθροῦ, ἐταπείνωσας εἰς γῆν, σθένος Νέστορ ἐνδυθείς, τοῦ ζωοποιοῦ
Σταυροῦ.
Δένδρον ὥσπερ τῆς Ἐδέμ, Νέστορ ἤνεγκας καρπόν, Μαρτυρίου τὸν γλυκύν, ἐξ οὗ
τρέφονται πιστοί.
Ὀμβροτόκον δαψιλῶς, χάριν δίδως ταῖς ψυχαῖς, καταπαύουσαν αὐχμόν, τῶν
φθοροποιῶν παθῶν.
Μυροθήκη ὡς σεπτή, ἡδυπνόων δωρεῶν, ἐπιῤῥέεις χαρμονήν, Νέστορ τὴν
Μαρτυρικήν.
Ὅρμον πρὸς τὸν γαληνόν, καὶ ἀκύμαντον Χριστοῦ, τὴν ὁλκάδα σῆς ψυχῆς, Νέστορ
ἴθυνας καλῶς.
Ἄνθος Νέστορ ὡς τερπνόν, εὐωδίαν ἱερὰν ἀποπνέεις μυστικῶς, ταῖς καρδίαις τῶν
πιστῶν.
Θυρεὸν ὡς ἰσχυρόν, πίστιν τὴν ἀληθινήν, ἐνδυσάμενος σαθρά, ψεύδους ἔλυσας
δεσμά.
Λογικὸς ὥσπερ ἀμνός, Ἀρχιποίμενος Χριστοῦ, ἠκολούθεις πρὸς σφαγήν, γεγηθότι
λογισμῷ.
Ὅρει θείῳ ἀναβάς, ἅρματι Μαρτυρικῷ, καθορᾷς διηνεκῶς, τὸν Δεσπότην τοῦ
παντός.
Νάβλα ὥσπερ ἱερά, Μαρτυρίου τὴν ᾠδήν, μελῳδεῖς χαρμονικῶς, Λόγῳ τῷ νικοποιῷ.
Νόμον θείων ἐντολῶν, στέργων Νέστορ ἐκ ψυχῆς, ἐν σταδίῳ εὐθαρσῶς,
διετράνωσας αὐτόν.
Ἔαρ θεῖον καὶ σεπτόν, ἑξανέτειλας ἡμῖν, καταπαύων παγετόν, ἀθεΐας τῆς
πικρᾶς.
Συμπλακεὶς ὦ Ἀθλητά, τῷ Λυαίῳ ἀνδρικῶς, κατενίκησας αὐτόν, ὡς Δαυΐδ τὸν
Γολιάθ.
Τρίβον πίστεως στενήν, βηματίσας ἀκλινῶς, πλάτος πόλου κατοικεῖς, Νέστορ νῦν
χαρμονικῶς.
Ὀρεκτῶν ἠγαπηκώς, τὴν ἀκρότητα Χριστόν, φθειρομένης σοῦ σαρκός, οὐκ ἐφείσω
Ἀθλητά.
Ῥεῦμα πλάνης θολερόν, κατεξήρανας καὶ ῥοῦν τῶν χαρίτων διαυγῆ, Νέστορ
βλύζεις τοῖς πιστοῖς.
Ἀθλητῶν τοὺς ἱερούς, κατελάμπρυνας χορούς, τῆς ἀνδρείας ὡς εἰκών, εὐτολμίας
τε κανῶν.
Γεωργήσας ἐν τῇ γῆ, τῆς καρδίας σου Χριστοῦ πίστιν τὴν ἀληθινήν, στάχυν
ἔδωκας μεστόν.
Ἐγκαυχώνται ἐν χαρά, Νέστορ Θεσσαλονικείς, κεκτημένοι σὲ φρουρόν, ὄλβιόν τε
θησαυρόν.
Ῥείθροις Νέστορ ἱεροῖς, τῶν αἱμάτων σου τὴν γῆν, καταρδεύσας ὡς καρπόν,
φέρεις βότρυν τὸν γλυκύν.
Ἀδαμάντινον ψυχήν, κεκτημένος Ἀθλητά, οὐκ ἐκάμφθης ἀπειλαῖς, τῶν ἀνόμων
διωκτῶν.
Ἰσχυρόν τε καὶ δεινόν, βέλος ὤφθης κατ᾿ ἐχθρῶν, καὶ συνέτριψας αὐτῶν, Νέστορ
πᾶσαν μηχανήν.
Ῥώμην Νέστορ ἐνδυθείς, ὡς θεότευκτον στολήν, σὺ ἐξέδυσας ἐχθρόν, τὸν ἀρχαῖον
κραταιῶς.
Ὡς Χρυσὸς δοκιμασθείς, ἐν χαλκείῳ Ἀθλητὰ προσηνέχθης τῷ Χριστῷ, ὁλοκάρπωμα
δεκτόν.
Ἱλαρὸν παρέχεις φῶς, ὡς Χριστοῦ Λύχνος λαμπρός, καὶ αὐγάζεις μυστικῶς, τὰς
καρδίας τῶν πιστῶν.
Σφραγισθεὶς τῇ κραταιᾷ, σημειώσει τοῦ Σταυροῦ, Δημητρίου τῇ χειρί, ἐτροπώσω
τὸν ἐχθρόν.
Ἰαμάτων σὲ κρουνόν, καὶ χαρίτων θησαυρόν, Νέστορ ἔγνωμεν διό, χαίροις
λέγομεν ἀεί.
Δυσωπεῖν ὑπὲρ ἡμῶν, τὸν Φιλάνθρωπον Θεὸν μὴ ἐλλείπης Ἀθλητά, τῶν τιμώντων σὲ
πιστῶς.
Ὡς λατρεία λογική, προσαχθεὶς Νέστορ Θεῷ, τοῦ λατρεύειν ἀψευδῶς. Τοῦτον
δίδου καὶ ἡμῖν.
Ῥείθρων χάριτος ἀεί, ἀπολαύων Ἀθλητά, τοῖς ὑμνοῦσί σε πιστῶς, Χάριν δὸς
θεολαμπῆ.
Ἀενάως τὸν Θεόν, σὺν συνάθλῳ σου σεπτῷ Δημητρίῳ καθορῶν, Νέστορ πρέσβευε
Αὐτῷ.
Στέφος δόξης εὐκλεές, εἰληφὼς Νέστορ κλεινέ, νίκης στέφος δὸς ἡμῖν,
εὐπροσδέκτοις σου λιταῖς.
Χαίροις Νέστορ τῶν Χριστοῦ, Ἀθλητῶν κλέος λαμπρόν, ὁ πατάξας τὸν ἐχθρόν, τῇ
δυνάμει τοῦ Σταυροῦ.
Δόξα. Τριαδικόν.
Τὸν Πατέρα, τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν ἀΐδιον ἀρχήν,
προσκυνήσωμεν πιστοί.
Καὶ νῦν. Θεοτοκίον.
Ἀειπάρθενε Ἁγνή, Θεοτόκε Μαριάμ, τῷ Υἱῷ σου καὶ Θεῷ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς θυμίαμα δεκτόν, δέχου Κύριε λιτάς, Νέστορος τοῦ Ἀθλητοῦ, Δημητρίου τε
ὁμοῦ.
Ὁ κοσμήσας τοὺς χορούς, τῶν Μαρτύρων εὐκλεῶς, Νέστορ πρέσβευε Θεῷ, σὺν
αὐτοῖς ὑπὲρ ἡμῶν.
Καὶ πάλιν.
Ἀκατάληπτόν ἐστι, πῶς Μαρτύρων οἱ χοροί, τοὺς ἀσάρκους δυσμενεῖς, ἐτροποῦντο
ἐν σαρκί.
Δίστιχα.
Θεῷ ὃν διετράνωσας ἐν μέσῳ τοῦ σταδίου ὕμνον παρόντα πρόσαξον, Νέστορ σὺν
παῤῥησίᾳ.
Ὡς ὁ Δαυΐδ τὸν Γολιάθ, ἀπέκτεινε σφενδόνη, οὕτως ὦ Νέστορ τῷ Σταυρῷ,
ἀπέκτεινας Λυαῖον.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Τῷ Δεσπόζοντι πάντων, ἀκλινῶς ἠκολούθει, λογισμῶ γεγηθότι, θεῖος Νέστωρ ὁ
στεῤῥός, καὶ γενναῖος ὁπλίτης, καὶ πρὸς αἰκισμοὺς ἀνδρικῶς ἀνέδραμε, τῷ Ἐκείνου
σθένει ἐνδυναμούμενος.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Τοῦ Σταυροῦ τοῦ τιμίου, τὸ ἀήττητον ὅπλον, προσλαβὼν θεῖος Νέστωρ, πρὸς τὴν
πάλην εὐδρομεῖ, τοῦ κάκιστου Λυαίου, τούτου εὐσθενῶς τὴν καρδίαν κτείνας δέ, τὸ
τῆς νίκης κλέος ἐθησαυρίσατο.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Θεσσαλονίκη ἡ θεία, καὶ περίδοξος πόλις, ἐν σοὶ Νέστορ καυχᾶται, σὲ
πλουτοῦσα θησαυρόν, καὶ φρουρὸν ἐν ἀνάγκαις, καὶ τὴν ἱερὰν τῶν Λειψάνων θήκην
σου, προσκυνεῖ τὴν χάριν ἀναπηγάζουσαν.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Τῶν αἱμάτων σου ῥείθροις, τὴν σεπτὴν Ἐκκλησίαν, κατεκόσμησας Νέστορ, τῇ
Ἀχράντῳ δὲ αὐτῆς, Κεφαλῆ τῷ Δεσπότῃ, δῶρον ἱερὸν καὶ σεπτὸν ἐκόμισας, κεφαλὴν
τὴν ξίφει ἀποτμηθεῖσάν σου.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Δημητρίῳ ἐνδόξῳ καὶ κλεινῷ πανοπλίτῃ, θεῖος Νέστωρ προσῆλθε, μετὰ δέους
ἐξαιτῶν, τὴν ἰσχὺν τοῦ παλαῖσαι, τύραννον δεινὸν τὸν πολλὰ καυχώμενον, ὃν εὐχῇ
τῇ τούτου κατασυνέτριψε.
Δόξα. Τριαδικόν.
Τὸν Πατέρα συμφώνως, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, προσκυνήσωμεν πάντες, τὴν Ἁγίαν
καὶ σεπτὴν καὶ τριττὴν Μοναρχίαν, ὕμνον ἐκτενῶς ᾄδοντες τρισάγιον, τῆς καρδίας
γόνυ τε ὑποκλινῶμεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, τῶν Ἀγγέλων ἡ δόξα, καὶ βροτῶν εὐκοσμία, Ἀθανάτῳ Βασιλεῖ, Ὃν
μαζοῖς σου ἐθρέψω, χεῖρας ἐκτενῶς Μητρικὰς ἀνάγαγε, τοῦ ῥυσθῆναι ἅπαντας τῆς
κολάσεως.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλοὺϊα, Δόξα Σοι ὁ Θεὸς
(τρίς).
ΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΝΕΣΤΟΡΟΣ.
Ἀναγινώσκεται ἐν τῷ Ἀποδείπνῳ καὶ εἰς πᾶσαν περίστασιν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ δυνατὸς ἐν ἰσχύϊ καὶ ἐν ἐλέει ἀνείκαστος· ὁ τὴν ἰσχύν σου ταύτην φιλανθρώπως ἐν τοῖς Μάρτυσί σου θαυμαστώσας Ἀγαθὲ· ὁ ἐν Σταυρῷ πάθος ἑκούσιον δι᾿ ἡμᾶς καταδεξάμενος καὶ διὰ τοῦ τιμίου Σου καὶ ζωοποιοῦ Σταυροῦ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ αὐτεξουσίως συντρίψας ὡς Θεὸς ὁ τὸν Ἅγιον Μάρτυρά σου Νέστορα, τὸν διὰ τῆς σφραγῖδος τοῦ τιμίου Σοῦ Σταυροῦ χειρὶ τοῦ Μυριονίκου σου Ἀθλητοῦ Δημητρίου ὁπλισθέντα, ἐνδυναμώσας ἐν τῷ παλαίειν μετὰ τὸν ἰσχυροῦ καὶ μεγαλαύχου Λυαίου καὶ τοῦτον νικητὴν καὶ τροπαιοῦχον ἀναδείξας· ὁ τὰ αἵματα αὐτοῦ ὡς ὁλοκάρπωμα δεκτόν, τὴν δὲ τιμίαν αὐτοῦ κεφαλὴν ὡς ζῶσαν καὶ λογικὴν λατρείαν προσδεξάμενος ὁ τὸ μέγα σοῦ ἔλεος, πᾶσι τοῖς ἐπικαλουμένοις σὲ ἐν πίστει παρέχων καὶ τὰς αἰτήσεις πάντων φιλευσπλάγχνως ἐκπληρῶν. Αὐτὸς καὶ νῦν, Πανάγαθε Βασιλεῦ, ταῖς λιταῖς τῶν εὐκλεῶν σοῦ συνάθλων
Νέστορος καὶ Δημητρίου δυσωπούμενος, ἔπιδε ἐφ’ ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους
δούλους σοῦ, τοὺς τιμῶντας τὴν αὐτῶν πανίερον μνήμην καὶ ὑμνοῦντας τὰ αὐτῶν
θεία παλαίσματα. Καὶ δὸς ἡμῖν προθύμως καὶ ἐν ἀνδρείᾳ ἀθλεῖν ἐν τῷ τῆς πίστεως
καλῷ ἀγῶνι. Εὐτόλμους ἡμᾶς ποίησον ἐν τῷ παλαίειν τὸν ἐχθρόν, τῇ δὲ δυνάμει τοῦ
Τιμίου Σου Σταυροῦ συντρίβειν αὐτοῦ τὰς μηχανὰς ἀξίωσον. Νικητὰς δὲ τῆς τῶν
παθῶν τυραννίδος γενέσθαι ἡμᾶς ἀξίωσον, ἵνα τῶν ἀφθάρτων στεφάνων τύχωμεν,
εὐχαῖς τῶν ἐν ταῖς ἐντολαῖς σου ἡμᾶς χειραγούντων καὶ πάντων τῶν προαθλησάντων
ἐν τῷ τῆς πίστεως καλῶ ἀγῶνι. Ὅπως σὺν αὐτοῖς Σὲ δοξολογῶμεν τὸν ἐν Ἁγίοις σὸν
ἀεὶ ἐνδοξαζόμενον καὶ Σὲ προσκυνῶμεν τὸν ἐπὶ Θρόνου δόξης καθεζόμενον καὶ ὑπ᾿
Ἀγγέλων ἀσιγήτως δοξολογούμενον καὶ Σοι μόνῳ λατρεύωμεν τὸν ἐν τρισὶ προσώποις
Ἕνα Θεὸν Ἀληθινόν, Πατέρα, Υἱόν τε καὶ Θεῖον Πνεῦμα, ὢ πρέπει πᾶσα δόξα καὶ
μεγαλοπρέπεια, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΜΗΝ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου