Ἐγκώμια Μαρτύρων
ΜΑΝΟΥΗΛ, ΣΑΒΕΛ καί ΙΣΜΑΗΛ
Προσόμοιον ψαλλόμενον παρὰ τῶν Ἱερέων δίς, ὅτε α’:
Αἴροντες τὸν ἱερὸν Ἐπιτάφιον τῶν Ἁγίων ἐκ τοῦ Ἱεροῦ
Βήματος, ἐκβάλλουσιν αὐτὸν ἐν μέσῳ τῆς Ἐκκλησίας· καὶ β’:
Ὅτε ἐξέρχονται
μετ’ αὐτοῦ πρὸς τὸ ποῆσαι τὸν Ἀγιασμόν.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου Σε νεκρόν.
Ὅτε τῶν Μαρτύρων τὰς σεπτὰς, παρανόμως ἔτεμε κάρας ὁ
Ἰουλιανὸς, τὸτε γῆ ἐνέκρυψε, τὰ σεπτὰ σώματα, καὶ οἱ δήμιοι ἔφυγον. Λαὸς δὲ
πιστεύει, βλέπων τὸ παράδοξον τοῦτο τεράστιον· ὅμως ταῖς δεήσεσι τούτου, πάλιν
ἀναβρύει γῆ ταῦτα, ἅ οἱ εὐσεβεῖς λαμπρῶς ἐκήδευσαν.
Τροπάρια ψαλλόμενα παρὰ τῶν Ἱερέων καὶ χορῶν δίς:
α] ἀργῶς μετὰ τὴν ἐπὶ τοῦ Κουβουκλίου ἐπίθεσιν τοῦ
ἱεροῦ Ἐπιταφίου· καὶ
β] μετὰ μέλους μετὰ τὸν Ἁγιασμὸν Λιτανείας γινομένης
περὶ τὸν Ναόν.
Ἦχος β΄. Ὁ εὐσχήμων Ἰωσὴφ.
Ἐξελθόντα ἐκ τῆς γῆς, τὰ σεπτὰ λείψανα ὑμῶν, ἀῤῥήτῳ
εὐωδίᾳ, ἐν φόβῳ καὶ χαρᾷ, ᾠδαῖς τε καὶ ἀρώμασι, λαμπρῶς οἱ εὐσεβεῖς, λαβόντες
ἐκήδευσαν.
Δόξα. Ὅτε κατήλθες πρὸς τὸν θάνατον.
Ὅτε ἀνῆλθες Μανουὴλ, σὺν τοῖς ὁμαίμοσι σοφὲ, εἰς
οὐρανοὺς τροπαιοῦχος, τότε καὶ ὁ Παραβάτης δικαίως, τὴν κατὰ τῶν σπλάγχνων
πληγὴν δέχεται ἀοράτως· ὅτε δὲ καὶ τούς περιεστῶτας ἐφώτισας, ἄκτιστον σέβειν
Τριάδα, πᾶντες οἱ φωτισθέντες πιστῶς ἐβόων· ὁ διὰ τῶν Μαρτύρων Σου τῆς πλάνης
σῴσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς δόξα Σοι.
Καὶ νῦν. Ταῖς Μυροφόροις Γυναιξί.
Ταῖς μυροθήκαις τῶν σεπτῶν λειψάνων, πάντες εὐσεβεῖς,
πίστει θερμῇ ἐβόων· ὦ Δέσποτα ἡμᾶς, πιστεύσαντας πρόσδεξαι, πρεσβείαις τῆς Σῆς
Μητρὸς, καὶ τῶν Ἀθλοφόρων Σου.
Εἶτα τά Ἐγκώμια.
ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ Ζωὴ ἐν τάφῳ.
Ὦ Τριὰς Ἁγία, καὶ Μονὰς ὁ Θεὸς, ταῖς πρεσβείαις τῶν
τριῶν Ἀθλοφόρων Σου, τούτους λόγον μοι, δοξάσαι Αὐτὸς δός.
Μανουὴλ πολύτλα, Ἰσμαὴλ καὶ Σαβὲλ, τοὺς ἀγῶνας ὑμῶν
ᾆσαι ἐθέλοντι, γνῶσιν θείαν μοι παράσχοιτε ταχύ.
Μακαρίζομέν σε, μακαρία τριὰς, τὴν κηρύξασαν Τριάδα τὴν
ἄκτιστον, καὶ δοξάζομεν τὴν ἄθλησιν τὴν σήν.
Μακαρίζομέν σε, ὦ πολύτλα τριὰς, πρὸς Χριστὸν
ἀποτμηθεῖσαν τρισόλβιε, τὰς σὰς κάρας, ἐριτίμους καὶ σεπτάς.
Καὶ τὰ κατ’ ἀλφάβητον.
Ἀνταμείβεις πάντας, Μανουὴλ ἐκλεκτὲ, τοὺς τελοῦντας τὴν
πανέορτον μνήμην σου, εὐλαβῶς ταῖς πρὸς Κύριον εὐχαῖς.
Βέλη πῦρ καὶ ξίφος, καὶ καλάμους ὀξεῖς, ὑπομείνας δι’
ἀγάπης τοῦ Κτίστου σου, τοὺς στεφάνους νῦν λαμβάνεις παρ’ Αὐτοῦ.
Γένη Ὀρθοδόξων, σὺν Ἀγγέλων χοροῖς, πόλος ἄστρα καὶ
στοιχεῖα φωστῆρές τε, ὁμοφώνως νῦν δοξάζουσιν ὑμᾶς.
Δός μοι σῶν χαρίτων, θεσπεσία τριὰς, τὰς ψεκάδας ὅπως
ᾄσω τοὺς ἄθλους σου, κατ’ ἀξίαν οὕς ὑπέστης ἀνδρικῶς.
Εὐσεβὴς ἡ μήτηρ, καὶ οἱ ταύτης βλαστοὶ, ὁ δὲ φὺς τῇ
ἀσεβείᾳ ἐνέμεινε, ταύτην πάντας τοὺς πιστοὺς ῥῦσαι Χριστέ.
Ζῇς τριὰς θαλάμοις, οὐρανίοις Θεοῦ, βδελυχθεῖσα γὰρ
Περσῶν τὰ σεβάσματα, ἐβαπτίσθης εὐσεβῶς Εὐνοϊκῷ.
Ἤμβλυνας τρισμάκαρ, τοῦ Ἰουλιανοῦ, ἐν σταδίῳ ἀδεῶς τὰ
ληρήματα, τὴν Τριάδα παραστήσασα σοφῶς.
Θανατοῖς τοὺς πρέσβεις, ὦ Ἰουλιανὲ, παρανόμως Παραβάτα
καὶ δόλιε, ἀλλ’ ἀπείληφας θεόθεν τὰς ποινάς.
Ἰσμαὴλ γενναῖε, τῆς Περσίας βλαστὲ, καὶ τῆς Θράκης τὸ
ἀκλόνητον ἔρεισμα, σῷσον πάντας τοὺς προστρέχοντας πρὸς σέ.
Κάτω νενευκῦα, ἡ γενναία τριὰς, Παραβάτου τοῖς εἰδώλοις
λατρεύοντος, τοῦ Θεοῦ ἐπεκαλεῖτο τὴν ἰσχύν.
Λίαν ἀπτοήτως, ὡμολόγεις σαφῶς, ὦ τριὰς γενναιοτάτη
ἐνώπιον, τοῦ τυράννου ἐν Τριάδι τὸν Θεόν.
Μανουὴλ δοχεῖον, τῆς Τριάδος κλεινὸν, τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, Ταύτην ἵλεων ἀπέργασαι ἡμῖν.
Ναζωραίου νύμφη, μακαρία τριὰς, τριφεγγής τε καθαρὰ καὶ
ἀμόλυντος, ἀνεδείχθης οὗ τὸ κάλλος καθορᾷς.
Ξύλῳ προσεπάγης, καὶ τοῖς ἥλοις ὠμῶς, προσεπάρης καὶ
τὰς χεῖρας καὶ πόδας τε, καὶ τοῖς ὄνυξιν ἐξέσθης φεῦ δεινῶς.
Ὅρασις Ἀγγέλου, τὰς ὀδύνας εὐθὺς, τῶν Μαρτύρων τὰς
πολλὰς ἐπεκούφισε, καὶ τὰ σώματα διέθηκε καλῶς.
Παραβάτου νεύσει, καὶ ἀνόμῳ βουλῇ, ἰταμῶς παρὰ τεσσάρων
αἰκίζεται, βαβαὶ ἕκαστος τῶν θείων Ἀθλητῶν.
Ῥήτωρ οὐκ ἰσχύει, οὐδὲ γένος βροτῶν, εὐφημῆσαι ἐπαξίως
τοὺς ἄθλους σου, οὕς ὑπέστης ὦ τριὰς ὑπὲρ Χριστοῦ.
Σαβὲλ γενναιόφρον, ἐπιβλέψας ἰδὲ, τοὺς τελοῦντας τὸ σεπτόν
σου μνημόσυνον, ὧν καὶ πρόσδεξαι δεήσεις εὐμενῶς.
Τρέμω φεῦ τὴν ὥραν, Ἀθλοφόροι Χριστοῦ, τῆς ἐξόδου μου
ἀσώτως διάγοντος, τότε γένοισθε προστάται μου θερμοί.
Ὑπὲρ πάντας φρίττω, ἀδεκάστου Κριτοῦ, τὴν ἡμέραν τῆς
τῶν ἔργων ἐτάσεως, τότε ἔνδοξοι προσδάμοιτε ταχύ.
Φρίττει ἅπαν γένος, Ἰσμαὴλ καὶ Σαβὲλ, πῶς τυράννου
μηχανὰς διελύσατε, κωμῳδήσαντες τὰ εἴδωλα αὐτοῦ;
Χαίροντες γενναῖοι, ταῖς λαμπάσι πυρὸς, τὰς μασχάλας
καὶ πλευρὰς κατεφλέχθητε, προτιμήσαντες τὴν δόξαν τοῦ Θεοῦ.
Ψάλλομεν ἐκ πόθου, ὦ πολύτλα τριὰς, τοὺς σοὺς ἄθλους
καὶ ἀγῶνας καὶ σκάμματα, καὶ θαυμάζομεν τὴν ἄθλησιν τὴν σήν.
ᾨδὴν ἀναξίαν, ἥν προσνέμω ὑμῖν, τοῦ Χριστοῦ τοῖς
Ἀθληταῖς καὶ προστάταις μου, εὐμενῶς αὐτὴν προσδέξασθε σοφοί.
Δόξα. Τριαδικόν.
Ἀνυμνοῦμεν Λόγε, Σὲ τὸν πάντων Θεὸν, σὺν Πατρὶ καὶ τῷ
Ἁγίῳ Σου Πνεύματι, καὶ δοξάζομεν τοὺς τρεῖς Σου Ἀθλητάς.
Καὶ νῦν. Θεοτοκίον.
Μαριὰμ ἐλπίς μου, μετὰ τοῦ Μανουὴλ, Σὸν Υἱὸν Ἐμμανουὴλ
καθικέτευε, ὅπως λύσιν ἀποδῷ μοι τῶν παθῶν.
Καὶ πάλιν τὸ α΄ παρά τῶν Ἱερέων:
Ὦ Τριὰς Ἁγία, καὶ Μονὰς ὁ Θεὸς, ταῖς πρεσβείαις τῶν
τριῶν Ἀθλοφόρων Σου, τούτους λόγον μοι, δοξάσαι αὐτὸς δός.
ΣΤΑΣΙΣ Β΄. Ἄξιον ἔστι.
Ἄξιον ἐστι, μεγαλύνειν Σε τὸν ἐν Τριάδι, εὐσεβῶς Θεὸν
λατρευόμενον, ὅν ἐκήρυξε Μαρτύρων ἡ τριάς.
Ἄξιον ἐστι, μακαρίζει σε τὴν τῶν γενναίων, Ἀθλητῶν τριάδα
τὴν ἔνθεον, καὶ ἰσάριθμον Τριάδι τῇ Σεπτῇ.
Ἄξιον ἐστι, Ἀθλοφόρους τρεῖς ἐγκωμιάζειν, Μανουὴλ τὸν
ὄντως μακάριον, καὶ Σαβὲλ σὺν τῷ πανσόφῳ Ἰσμαήλ.
Ἄξιον ἐστι, τοὺς τρεῖς Μάρτυρας καὶ αὐταδέλφους,
εὐλαβῶς ὑμνεῖν ἀνατείλαντας, ἐκ Περσίδος ὡς ἀστέρας φαεινούς.
Καὶ τὰ κατ’ ἀλφάβητον.
Ἅπαντες πιστοὶ, προσενέγκωμεν τοῖς Ἀθλοφόροις, τοῦ
Χριστοῦ ἐτήσια ᾄσματα, τὰ παλαίσματα κηρύττοντες αὐτῶν.
Βλὰξ τύραννος ὤν, τοὺς τρεῖς Μάρτυρας φρουρά ἐγκλείει,
ἀλλ’ αὐτοὶ συμφώνως ἐκραύγαζον· τῷ Κυρίῳ ἀλαλάξωμεν ψαλμοῖς.
Γέλωτα τρισὶν, Ἀθληταῖς ὤφλησας ὦ Παραβάτα· ὥς
στρουθίον γὰρ κατεπάτησαν, σὲ τὸν πάσης πονηρίας σοφιστήν.
Δεῦτε ἀδελφοὶ, ἑορτάσωμεν ἔργοις ἐνθέοις, τοὺς ἁγίους
Μάρτυρας σήμερον, ὅπως λάβωμεν τὴν λύσιν τῶν κακῶν.
Ἔφραξας σοφῶς, Μανουὴλ τὰ Παραβάτου χείλη, παριστῶν
Τριάδα τὴν Ἄκτιστον, καὶ ἐδείχθης θεολόγος ἀληθῶς.
Ζήλῳ θεϊκῷ, τῶν Μαρτύρων ἡ τριὰς τοὺς ἥλους, κεφαλαῖς
καὶ νώτοις ὑφίσταται, καὶ τοῖς ὄνυξι καλάμους τοὺς ὀνξεῖς.
Ἤκουσας φωνῆς, οὐρανόθεν τῆς εὐκταιοτάτης, τῷ Θεῷ εὐχὴν
ἀναπέμψασα, ἐκκαλούσης πρὸς ἀθάνατον ζωήν.
Θύονται οἱ τρεῖς, ὑπὲρ τοῦ τυθέντος Θεοῦ Λόγου· ἡ γῆ δὲ
φρικτῶς ἐκολπώσατο, τὰ σκηνώματα τῶν θείων Ἀθλητῶν.
Ἰουλιανὲ, τῷ πυρὶ ῥιφῆναι, μάτην τῶν Μαρτύρων τὰ
λείψανα, ὁ Θεὸς γὰρ διετήρησεν αὐτά.
Κρῖνα οἰονεὶ, ἀνεβλάστησεν ἡ γῆ τὰ σκήνη, Ἀθλητῶν
καινῶς ὡς καμπτόμενα, τῇ δεήσει τοῦ πιστεύσαντος λαοῦ.
Λείψανα σεπτὰ, τῶν Μαρτύρων ὁ λαὸς κηδεύει, πολλῆς
εὐωδίας πληρούμενα, καὶ δωρούμενα ἰάσεις τῶν παθῶν.
Μένει Μανουὴλ, τὸ σὸν ὄνομα εἰς τοὺς αἰῶνας, αἰνετὸν
μετ’ ἤχου ἀπώλετο, τὸ τυράννου ὥς φησι θεῖος Δαβίδ.
Νέμεσις Θεοῦ, σὲ κατέλαβεν ὅτε τοὺς πρέσβεις, Παραβάτα
φεῦ ἐθανάτωσας, πληγωθέντα ἀοράτως τὴν πλευράν.
Ξοάνα κωφὰ, καὶ τὰ εἴδωλα τοῦ ἀποστάτου, Μανουὴλ σοφῶς
ἐκωμῴδησας, καὶ ἐκήρυξας Τριάδα τὴν σεπτήν.
Ὅπως τῶν παθῶν, ἀπολαύσωμεν ἐλευθερίας, τῇ σῇ νῦν
προστρέχομεν λάρνακι, καὶ λαμβάνομεν τὴν λύσιν Μανουήλ.
Πᾶσιν εὐμενῶς, Μανουὴλ ἀπόστειλον ταχέως, τὰς αἰτήσεις
τοῖς ἑορτάζουσι, σὴν ἐτήσιον καὶ θείαν ἑορτήν.
Ῥῦσαι σαῖς εὐχαῖς, τοὺς προσφεύγοντας τῷ σῷ τεμένει,
καὶ παρὰ τοῦ θείου λειψάνου σου, αἰτουμένους τὰ ἰάματα πιστῶς.
Σέλας τὸ τριττὸν, τῆς θεότητος τῆς ἀπροσίτου, σὺ τριὰς
Μαρτύρων ἡ ἔνθεος, ἐποπτεύεις εἰς αἰῶνας καθαρῶς.
Τείχος ἀῤῥαγὲς, οἱ ὁμώνυμοι καὶ προστασίαν, Μανουὴλ καὶ
πρέσβυν εὐπρόσδεκτον, σὲ κεκτήμεθα προστρέχοντες πιστῶς.
Ὕπερθεν ἡμᾶς, ἐποπτεύποντες τοὺς ἐκτελοῦντας, τὴν ὑμῶν
πανήγυριν ἔνδοξοι, ἱκετεύετε Θεὸν ὑπὲρ ἡμῶν.
Φάνητε πραεῖς, Μανουὴλ, Σαβὲλ, Ἰσμαὴλ θεῖοι, ἐν τῷ τὴν
ψυχήν μου χωρίζεσθαι, ἥν λυτρώσατε χειρῶν τοῦ πονηροῦ.
Χεῖρας πρὸς Χριστὸν, ἐπὶ τῇ φρικτῇ ἐκείνῃ ὥρᾳ, οἴμοι
τῆς τῶν ἔργων ἐτάσεως, συνεκτείνατε ταχὺ ὑπὲρ ἐμοῦ.
Ὤκησας αὐλὰς, οὐρανῶν τριὰς θεία Μαρτύρων, καὶ τῶν
Ἀθλητῶν θεῖος ὅμιλος, σὲ προσδέχεται χορῷ τῷ ἑαυτοῦ.
Δόξα. Τριαδικόν.
Ἄκτιστε Τριὰς, Σὲ Ὑπέρθεε δοξολογοῦμεν, ῥῦσαι ταῖς
λιταῖς τῶν Μαρτύρων Σου, τοὺς πιστεύοντας εἰς Σὲ τοῦ πονηροῦ.
Καὶ νῦν. Θεοτοκίον.
Ἄναρχον Θεὸν, ἡ κυήσασα ἀῤῥήτῳ λόγῳ, σὺν τοῖς
Ἀθλοφόροις ἱκέτευε, Αὐτὸν ἵλεων γενέσθαι ἐφ’ ἡμῖν.
Καὶ πάλιν τὸ α΄ παρὰ τῶν Ἱερέων.
Ἄξιον ἐστι, μεγαλύνειν Σε τὸν ἐν Τριάδι, εὐσεβῶς Θεὸν
λατρευόμενον, ὅν ἐκήρυξε Μαρτύρων ἡ τριάς.
ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Ὦ Θεὲ τῶν ὅλων, Σὺ δίδαξόν με ἆσαι, Μαρτύρων τὴν
τριάδα.
Ὦ Μάρτυρες Κυρίου, φωτίσατέ με ὅπως, ὑμᾶς ἀνευφημήσω.
Αἱ γενεαῖ πᾶσαι, Μανοὺλ τὸν μεγὰν, δοξολογοῦσι πόθῳ.
Αἱ γενεαὶ πᾶσαι, ἠχήσωμεν τοὺς ἄθλους, τῶν αὐταδέλφων
δεῦτε.
Καὶ τὰ κατ’ ἀλφάβητον.
Ἄνω συνευφραίνῃ, χοροῖς τῶν Ἀθλοφόρων, ὦ τριὰς
Ἀθληφόρε.
Βέλεσιν ἐτρώθης, ὦ Μανουὴλ πολύτλα, ὑπὲρ τῆς εὐσεβείας.
Γένος πιστῶν ἅπαν, αἰνεῖ σε ὁλοψύχως, ὦ Σαβὲλ
γενναιόφρων.
Δύναμις τυράννου, οὐδόλως ἠδύνηθη, σὲ Ἰσμαὴλ νικῆσαι.
Ἔπαρον τὰς χεῖρας, πρὸς τὸν Θεὸν πολύτλα, ὑπὲρ τῶν σὲ
τιμώντων.
Ζῷσιν ἐν Κυρίῳ, οἱ δίκαιοι εἰκότως κατὰ τὸν Σολομῶντα.
Ἤσχυνε τὸν λάλον, ἐν μέσῳ τοῦ σταδίου, ἡ τριὰς
αὐταδέλφων.
Θράκη ἐγκαυχᾶται, ἔχουσα ἐν κόλποις, τὰ τῆς τριάδος
σκήνη.
Ἰκρίῳ προσεπάγης, καὶ ἥλοις προσεπάρης, τὰς χεῖρας καὶ
τοὺς πόδας.
Κρύπτει γῆ πρεπόντως, τὰ σκήνη τῶν Μαρτύρων, ἐφ’ ᾧ λαὸς
πιστεύει.
Λείψανα Μαρτύρων, εὐχαῖς τῶν Ὀρθοδόξων, ἡ γῆ ὀσμῇ
ἐκβάλλει.
Μανουὴλ τρισμάκαρ, τῇ τοῦ θανάτου ὤρᾳ, σύ μοι γενοῦ
προστάτης.
Νεῦσον τριὰς Μάρτυς, πρὸς τὰς ἡμῶν δεήσεις, ὡς ὁ
Χριστὸς τῆς χήρας.
Ξίφος πῦρ καὶ ἥλους, οὐδαμῶς ἐπτοήθης, αἰκισμοὺς καὶ
καλάμους.
Ὅρασις Ἀγγέλου, τοὺς Μάρτυρας θαῤῥύνει, πρὸς τὰ λοιπὰ
τῶν πόνων.
Ῥήσεσιν ἐνθέοις, ἠμβλύνατε τρεῖς παῖδες, τοὺς λήρους
τοῦ τυράννου.
Σαβὲλ, Μανουήλ τε, καὶ Ἰσμαὴλ οἱ θεῖοι, χαίρετε ἐν
Κυρίῳ.
Τοὺς Μάρτυρας Κυρίου, τιμήσωμεν ἐνθέως, ἐν τῷ αὐτῶν
τεμένει.
Ὑπὸ τῶν πολλῶν μου, ἁμαρτιῶν προσφεύγω, τῇ σκέπῃ τῶν
Μαρτύρων.
Φάνηθί μοι πρέσβυς, τριὰς ἡ Ἀθληφόρος, ἐν ὥρᾳ
συντελείας.
Χαίρουσα ἐξέσθης, τὰς σάρκας μακαρία, βαβαὶ τῆς σῆς
ἀνδρείας!
Ψάλλομεν προθύμως, τοὺς σοὺς φρικτοὺς ἀγῶνας, ὦ τριὰς
ἐτησίως.
Ὦ Μανουὴλ πολύτλα, ὑπὲρ σῶν ὁμωνύμων, Ἐμμανουὴλ
δυσώπει.
Δόξα. Τριαδικόν.
Τρισήλιε Θεέ μου, διὰ τῶν Ἀθλοφόρων, δός μοι πταισμάτων
λύσιν.
Καί νῦν. Θεοτοκίον.
Ἡ Θεοτόκος Κόρη, Ἐμμανουὴλ ἡ Μήτηρ, τὸν Μανουήλ σε
στέφει.
Καὶ πάλιν τὸ α΄ παρά τῶν Ἱερέων.
Ὦ Θεὲ τῶν ὅλων, Σὺ δίδαξόν με ἆσαι, Μαρτύρων τὴν
τριάδα.
ΕΥΛΟΓΗΤΑΡΙΑ. Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Σοὺς
Μάρτυρας δοξάσαι.
Τῶν Ἀγγέλων τὰ πλήθη, κατεπλάγησαν ἅμα, τοῖς χοροῖς τῶν
ἀνθρώπων, τῶν Μαρτύρων γὰρ, Χριστοῦ διὰ ξίφους τμηθέντων, παραυτίκα γῆ, σώματα
ἐνέκρυψε, καὶ ὡς κρῖνα, αὖθις ξένως ἀνέδωκεν.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Σοὺς
κήρυκας τιμῆσαι.
Τί ἰκρίῳ, ἰταμῶς τοὺς Μάρτυρας, Παραβάτα προσπηγνύεις;
Οὐχ ὁρᾷς δὲ ἐπ’ αὐτοῖς τὸν Ἄγγελον, κουφισάμενον τὰς ἀλγηδόνας; Ἴδε καν αὐτὰ,
τὰ ἔθνη πιστεύσαντα, ὅτι Κύριος ἐνεργεῖ τὰ θαυμάσια.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με,
τρεῖς Ἀθλοφόρους ᾆσαι.
Λίαν θερμῶς, οἱ τρεῖς Πρέσβεις ἔδραμον, πρὸς τὸν Ἄνακτα
συμβάσεις πράξαι· ἀλλ’ ἐκεῖνος, πρὸς αὐτοὺς παράνομα ἐλάλει· παῖδες τῶν Περσῶν,
θύσατε θεοῖς ἐμοῖς· οἱ δὲ τρεῖς Ἀθληταὶ, τούτους ἐκωμῴδησαν.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν
Μανουὴλ αἰνέσαι.
Μυροθήκη λειψάνου, Μανουὴλ τὰς ἰάσεις, προσερχόμενοι
πίστει ἀπαντλοῦμεν, κέκτηται γὰρ, τὴν πηγὴν τῶν θαυμάτων, μὴ οὖν ὡς νεκρὸν, τὸν
ζῶντα νομίζωμεν· ἐνεργεῖ γὰρ ὁσημέραι τεράστια.
Δόξα. Τριαδικόν.
Προσκυνοῦντες σὺν τρόμῳ, λατρευτῶς ἀνυμνοῦμεν, τὴν Ἁγίαν
Τριάδα, μετὰ θείων Μαρτύρων, ἐν μιᾷ τῇ Οὐσίᾳ, σὺν τοῖς Σεραφὶμ, κράζοντες τὸ
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.
Καὶ νῦν. Θεοτοκίον.
Ζῳοδότην τεκοῦσα, Μαριὰμ τῆς γεέννης, τοὺς πιστοὺς
ἐλυτρώσω· Ἀθληταῖς δὲ τὴν θείαν, ἀρωγὴν Σὺ παρέσχες, πάντων παρορᾷν, ἅπασι κηρύττειν
δὲ, τὸν ἐκ Σοῦ σαρκωθέντα Θεάνθρωπον.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός. [ἐκ γ΄].

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου